<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.452-4.467</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.452-4.467</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="452">ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ</l><l n="453">ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.</l><l n="454">ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας</l><l n="455">βάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,</l><l n="456">ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος,</l><l n="457">αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·</l><l n="458">γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·</l><l n="459">ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.</l><l n="460">ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς,</l><l n="461">καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·</l><q type="unspecified"><l n="462"><milestone unit="para" ed="P"/>τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο
                        βουλάς,</l><l n="463">ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;</l></q><l n="464"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="465">οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;</l><l n="466">ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ</l><l n="467">εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>