<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.436-4.451</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.436-4.451</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="436">τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·</l><l n="437">πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.</l><l n="438">εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν</l><l n="439">ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·</l><l n="440">ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.</l><l n="441">ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς</l><l n="442">φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·</l><l n="443">τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;</l><l n="444">ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·</l><l n="445">ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα</l><l n="446">ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.</l><l n="447">πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·</l><l n="448">φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα</l><l n="449">ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·</l><l n="450">ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας</l><l n="451">ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>