<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.415-4.658</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.415-4.658</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="415">καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,</l><l n="416">αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.</l><l n="417">πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν</l><l n="418">ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·</l><l n="419">ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.</l><l n="420">ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,</l><l n="421">τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,</l><l n="422">καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,</l><l n="423">ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,</l><l n="424">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.</l></q><l n="425">ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.</l><l n="426">αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,</l><l n="427">ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.</l><l n="428">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="429">δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·</l><l n="430">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="431">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="432">καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο</l><l n="433">ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους</l><l n="434">τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.</l><milestone n="435" unit="card" ed="p"/><l n="435"><milestone unit="para" ed="P"/>τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα
                     κόλπον</l><l n="436">τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·</l><l n="437">πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.</l><l n="438">εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν</l><l n="439">ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·</l><l n="440">ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.</l><l n="441">ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς</l><l n="442">φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·</l><l n="443">τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;</l><l n="444">ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·</l><l n="445">ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα</l><l n="446">ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.</l><l n="447">πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·</l><l n="448">φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα</l><l n="449">ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·</l><l n="450">ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας</l><l n="451">ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·</l><l n="452">ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ</l><l n="453">ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.</l><l n="454">ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας</l><l n="455">βάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,</l><l n="456">ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος,</l><l n="457">αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·</l><l n="458">γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·</l><l n="459">ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.</l><l n="460">ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς,</l><l n="461">καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·</l><q type="unspecified"><l n="462"><milestone unit="para" ed="P"/>τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο
                        βουλάς,</l><l n="463">ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;</l></q><l n="464"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="465">οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;</l><l n="466">ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ</l><l n="467">εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.</l><l n="468">ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,</l><l n="469">ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,</l><l n="470">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.</l></q><l n="471"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπεν·</l><q type="unspecified"><l n="472">ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσι</l><l n="473">ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα</l><l n="474">σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.</l><l n="475">οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="476">οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,</l><l n="477">πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,</l><l n="478">αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας</l><l n="479">ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·</l><l n="480">καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.</l></q><milestone n="481" unit="card" ed="p"/><l n="481"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον
                     ἦτορ,</l><l n="482">οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον</l><l n="483">Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.</l><l n="484">ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον·</l><q type="unspecified"><l n="485"><milestone unit="para" ed="P"/>ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ
                        κελεύεις.</l><l n="486">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="487">ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,</l><l n="488">οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,</l><l n="489">ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς</l><l n="490">ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.</l></q><l n="491"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπεν·</l><l n="492">Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ</l><l n="493">ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι</l><l n="494">δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.</l><l n="495">πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·</l><l n="496">ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων</l><l n="497">ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.</l><l n="498">εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.</l><l n="499"><milestone unit="para" ed="P"/>Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.</l><l n="500">Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν</l><l n="501">πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·</l><l n="502">καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,</l><l n="503">εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη·</l><l n="504">φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.</l><l n="505">τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·</l><l n="506">αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν</l><l n="507">ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·</l><l n="508">καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,</l><l n="509">τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·</l><l n="510">τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.</l><l n="511">ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.</l><milestone n="512" unit="card" ed="p"/><l n="512"><milestone unit="para" ed="P"/>σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ
                     ὑπάλυξεν</l><l n="513">ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.</l><l n="514">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ</l><l n="515">ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα</l><l n="516">πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,</l><l n="517">ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης</l><l n="518">τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.</l><l n="519">ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,</l><l n="520">ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,</l><l n="521">ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης</l><l n="522">καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ</l><l n="523">δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.</l><l n="524">τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν</l><l n="525">Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν</l><l n="526">χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν,</l><l n="527">μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.</l><l n="528">βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.</l><l n="529">αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·</l><l n="530">κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους</l><l n="531">εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.</l><l n="532">αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν</l><l n="533">ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.</l><l n="534">τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν</l><l n="535">δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.</l><l n="536">οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,</l><l n="537">οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.</l></q><l n="538"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,</l><l n="539">κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ</l><l n="540">ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.</l><l n="541">αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,</l><l n="542">δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·</l><q type="unspecified"><l n="543"><milestone unit="para" ed="P"/>μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς
                     οὕτω</l><l n="544">κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα</l><l n="545">πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.</l><l n="546">ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης</l><l n="547">κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.</l></q><l n="548"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="549">αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,</l><l n="550">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="551"><milestone unit="para" ed="P"/>τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ
                     ὀνόμαζε,</l><l n="552">ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ</l><l n="553">ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.</l></q><milestone n="554" unit="card" ed="p"/><l n="554"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                  προσέειπεν·</l><q type="unspecified"><q type="unspecified"><l n="555">υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·</l><l n="556">τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,</l><l n="557">νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ</l><l n="558">ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·</l><l n="559">οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="560">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="561">σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,</l><l n="562">Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,</l><l n="563">ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης</l><l n="564">ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,</l><l n="565">τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·</l><l n="566">οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος,</l><l n="567">ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας</l><l n="568">Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·</l><l n="569">οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.</l></q><l n="570">ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.</l><l n="571">αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν</l><l n="572">ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.</l><l n="573">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,</l><l n="574">δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ,</l><l n="575">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="576">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="577">νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,</l><l n="578">ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,</l><l n="579">ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·</l><l n="580">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="581">ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο</l><l n="582">στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.</l><l n="583">αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,</l><l n="584">χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.</l><l n="585">ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον</l><l n="586">ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.</l><l n="587">ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,</l><l n="588">ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·</l><l n="589">καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,</l><l n="590">τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα</l><l n="591">δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν</l><l n="592">ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.</l></q><milestone n="593" unit="card" ed="p"/><l n="593"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="594">Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.</l><l n="595">καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην</l><l n="596">ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·</l><l n="597">αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων</l><l n="598">τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι</l><l n="599">ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.</l><l n="600">δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·</l><l n="601">ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ</l><l n="602">ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις</l><l n="603">εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον</l><l n="604">πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν.</l><l n="605">ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·</l><l n="606">αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.</l><l n="607">οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων,</l><l n="608">αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.</l></q><l n="609"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="610">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="611"><milestone unit="para" ed="P"/>αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ
                     ἀγορεύεις·</l><l n="612">τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.</l><l n="613">δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,</l><l n="614">δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν·</l><l n="615">δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ</l><l n="616">ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,</l><l n="617">ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,</l><l n="618">Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε</l><l n="619">κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.</l></q><l n="620"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="621">δαιτυμόνες δʼ ἐς δώματʼ ἴσαν θείου βασιλῆος.</l><l n="622">οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον·</l><l n="623">σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.</l><l n="624">ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.</l><milestone n="625" unit="card" ed="p"/><l n="625">μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο</l><l n="626">δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες</l><l n="627">ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.</l><l n="628">Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,</l><l n="629">ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.</l><l n="630">τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν</l><l n="631">Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·</l><q type="unspecified"><l n="632"><milestone unit="para" ed="P"/>Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ
                     οὐκί,</l><l n="633">ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος;</l><l n="634">νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς</l><l n="635">Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι</l><l n="636">δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ</l><l n="637">ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.</l></q><l n="638"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ
                  ἔφαντο</l><l n="639">ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ</l><l n="640">ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.</l><l n="641"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="642">νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ</l><l n="643">κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ</l><l n="644">θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.</l><l n="645">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,</l><l n="646">ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,</l><l n="647">ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.</l></q><l n="648"><milestone unit="para" ed="P"/>τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="649">αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,</l><l n="650">ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ</l><l n="651">αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.</l><l n="652">κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,</l><l n="653">οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα</l><l n="654">Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.</l><l n="655">ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον</l><l n="656">χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.</l></q><l n="657"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,</l><l n="658">τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>