<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.414-4.429</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.414-4.429</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="414">τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,</l><l n="415">καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,</l><l n="416">αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.</l><l n="417">πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν</l><l n="418">ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·</l><l n="419">ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.</l><l n="420">ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,</l><l n="421">τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,</l><l n="422">καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,</l><l n="423">ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,</l><l n="424">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.</l></q><l n="425">ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.</l><l n="426">αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,</l><l n="427">ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.</l><l n="428">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="429">δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>