<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.405-4.441</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.405-4.441</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="405">ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,</l><l n="406">πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.</l><l n="407">ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν</l><l n="408">εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους</l><l n="409">τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.</l><l n="410">πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.</l><l n="411">φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·</l><l n="412">αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,</l><l n="413">λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.</l><l n="414">τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,</l><l n="415">καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,</l><l n="416">αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.</l><l n="417">πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν</l><l n="418">ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·</l><l n="419">ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.</l><l n="420">ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,</l><l n="421">τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,</l><l n="422">καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,</l><l n="423">ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,</l><l n="424">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.</l></q><l n="425">ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.</l><l n="426">αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,</l><l n="427">ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.</l><l n="428">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="429">δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·</l><l n="430">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="431">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="432">καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο</l><l n="433">ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους</l><l n="434">τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.</l><milestone n="435" unit="card" ed="p"/><l n="435"><milestone unit="para" ed="P"/>τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα
                     κόλπον</l><l n="436">τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·</l><l n="437">πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.</l><l n="438">εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν</l><l n="439">ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·</l><l n="440">ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.</l><l n="441">ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>