<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.397-4.422</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.397-4.422</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="397">ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.</l></q><milestone n="398" unit="card" ed="p"/><l n="398"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="399">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="400">ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,</l><l n="401">τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς</l><l n="402">πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,</l><l n="403">ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·</l><l n="404">ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης</l><l n="405">ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,</l><l n="406">πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.</l><l n="407">ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν</l><l n="408">εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους</l><l n="409">τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.</l><l n="410">πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.</l><l n="411">φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·</l><l n="412">αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,</l><l n="413">λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.</l><l n="414">τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,</l><l n="415">καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,</l><l n="416">αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.</l><l n="417">πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν</l><l n="418">ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·</l><l n="419">ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.</l><l n="420">ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,</l><l n="421">τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,</l><l n="422">καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>