<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.368-4.404</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.368-4.404</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="368">αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον</l><l n="369">γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.</l><l n="370">ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·</l><q type="unspecified"><l n="371"><milestone unit="para" ed="P"/>νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ
                        χαλίφρων,</l><l n="372">ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;</l><l n="373">ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ</l><l n="374">εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.</l></q><l n="375"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="376">ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,</l><l n="377">ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω</l><l n="378">ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.</l><l n="379">ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,</l><l n="380">ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,</l><l n="381">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.</l></q><l n="382"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="383">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="384">πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς</l><l n="385">ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης</l><l n="386">πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·</l><l n="387">τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.</l><l n="388">τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,</l><l n="389">ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου</l><l n="390">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.</l><l n="391">καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα,</l><l n="392">ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται</l><l n="393">οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.</l></q><l n="394"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="395">αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,</l><l n="396">μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·</l><l n="397">ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.</l></q><milestone n="398" unit="card" ed="p"/><l n="398"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="399">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="400">ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,</l><l n="401">τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς</l><l n="402">πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,</l><l n="403">ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·</l><l n="404">ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>