<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.363-4.380</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.363-4.380</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="363">καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν,</l><l n="364">εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε,</l><l n="365">Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,</l><l n="366">Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.</l><l n="367">ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·</l><l n="368">αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον</l><l n="369">γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.</l><l n="370">ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·</l><q type="unspecified"><l n="371"><milestone unit="para" ed="P"/>νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ
                        χαλίφρων,</l><l n="372">ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;</l><l n="373">ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ</l><l n="374">εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.</l></q><l n="375"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="376">ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,</l><l n="377">ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω</l><l n="378">ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.</l><l n="379">ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,</l><l n="380">ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>