<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.354-4.497</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.354-4.497</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="354">νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ</l><l n="355">Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,</l><l n="356">τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς</l><l n="357">ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·</l><l n="358">ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας</l><l n="359">ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.</l><l n="360">ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι</l><l n="361">πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν</l><l n="362">πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="363">καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν,</l><l n="364">εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε,</l><l n="365">Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,</l><l n="366">Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.</l><l n="367">ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·</l><l n="368">αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον</l><l n="369">γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.</l><l n="370">ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·</l><q type="unspecified"><l n="371"><milestone unit="para" ed="P"/>νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ
                        χαλίφρων,</l><l n="372">ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;</l><l n="373">ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ</l><l n="374">εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.</l></q><l n="375"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="376">ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,</l><l n="377">ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω</l><l n="378">ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.</l><l n="379">ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,</l><l n="380">ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,</l><l n="381">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.</l></q><l n="382"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="383">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="384">πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς</l><l n="385">ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης</l><l n="386">πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·</l><l n="387">τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.</l><l n="388">τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,</l><l n="389">ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου</l><l n="390">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.</l><l n="391">καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα,</l><l n="392">ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται</l><l n="393">οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.</l></q><l n="394"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="395">αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,</l><l n="396">μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·</l><l n="397">ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.</l></q><milestone n="398" unit="card" ed="p"/><l n="398"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="399">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="400">ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,</l><l n="401">τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς</l><l n="402">πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,</l><l n="403">ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·</l><l n="404">ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης</l><l n="405">ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,</l><l n="406">πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.</l><l n="407">ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν</l><l n="408">εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους</l><l n="409">τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.</l><l n="410">πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.</l><l n="411">φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·</l><l n="412">αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,</l><l n="413">λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.</l><l n="414">τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,</l><l n="415">καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,</l><l n="416">αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.</l><l n="417">πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν</l><l n="418">ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·</l><l n="419">ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.</l><l n="420">ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,</l><l n="421">τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,</l><l n="422">καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,</l><l n="423">ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,</l><l n="424">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.</l></q><l n="425">ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.</l><l n="426">αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,</l><l n="427">ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.</l><l n="428">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="429">δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·</l><l n="430">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="431">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="432">καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο</l><l n="433">ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους</l><l n="434">τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.</l><milestone n="435" unit="card" ed="p"/><l n="435"><milestone unit="para" ed="P"/>τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα
                     κόλπον</l><l n="436">τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·</l><l n="437">πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.</l><l n="438">εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν</l><l n="439">ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·</l><l n="440">ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.</l><l n="441">ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς</l><l n="442">φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·</l><l n="443">τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;</l><l n="444">ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·</l><l n="445">ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα</l><l n="446">ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.</l><l n="447">πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·</l><l n="448">φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα</l><l n="449">ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·</l><l n="450">ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας</l><l n="451">ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·</l><l n="452">ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ</l><l n="453">ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.</l><l n="454">ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας</l><l n="455">βάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,</l><l n="456">ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος,</l><l n="457">αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·</l><l n="458">γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·</l><l n="459">ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.</l><l n="460">ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς,</l><l n="461">καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·</l><q type="unspecified"><l n="462"><milestone unit="para" ed="P"/>τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο
                        βουλάς,</l><l n="463">ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;</l></q><l n="464"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="465">οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;</l><l n="466">ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ</l><l n="467">εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.</l><l n="468">ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,</l><l n="469">ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,</l><l n="470">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.</l></q><l n="471"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπεν·</l><q type="unspecified"><l n="472">ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσι</l><l n="473">ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα</l><l n="474">σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.</l><l n="475">οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="476">οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,</l><l n="477">πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,</l><l n="478">αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας</l><l n="479">ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·</l><l n="480">καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.</l></q><milestone n="481" unit="card" ed="p"/><l n="481"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον
                     ἦτορ,</l><l n="482">οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον</l><l n="483">Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.</l><l n="484">ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον·</l><q type="unspecified"><l n="485"><milestone unit="para" ed="P"/>ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ
                        κελεύεις.</l><l n="486">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="487">ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,</l><l n="488">οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,</l><l n="489">ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς</l><l n="490">ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.</l></q><l n="491"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπεν·</l><l n="492">Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ</l><l n="493">ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι</l><l n="494">δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.</l><l n="495">πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·</l><l n="496">ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων</l><l n="497">ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>