<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.345-4.362</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.345-4.362</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="345">τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·</l><l n="346">πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.</l><l n="347">ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε</l><l n="348">ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,</l><l n="349">ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,</l><l n="350">τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.</l><milestone n="351" unit="card" ed="p"/><l n="351"><milestone unit="para" ed="P"/>Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι</l><l n="352">ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.</l><l n="353">οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.</l><l n="354">νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ</l><l n="355">Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,</l><l n="356">τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς</l><l n="357">ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·</l><l n="358">ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας</l><l n="359">ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.</l><l n="360">ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι</l><l n="361">πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν</l><l n="362">πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>