<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.32-4.121</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.32-4.121</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="32">τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.</l><l n="33">ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε</l><l n="34">ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς</l><l n="35">ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους</l><l n="36">ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.</l></q><l n="37"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ
                  ἄλλους</l><l n="38">ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.</l><l n="39">οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,</l><l n="40">καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,</l><l n="41">πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,</l><l n="42">ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,</l><l n="43">αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες</l><l n="44">θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·</l><l n="45">ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης</l><l n="46">δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.</l><l n="47">αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,</l><l n="48">ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.</l><milestone n="49" unit="card" ed="p"/><l n="49">τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,</l><l n="50">ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,</l><l n="51">ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον.</l><l n="52">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="53">καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="54">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="55">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,</l><l n="56">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.</l><l n="57">δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας</l><l n="58">παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.</l><l n="59">τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="60"><milestone unit="para" ed="P"/>σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα</l><l n="61">δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον</l><l n="62">ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,</l><l n="63">ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων</l><l n="64">σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.</l></q><l n="65"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν</l><l n="66">ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.</l><l n="67">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="68">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="69">δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,</l><l n="70">ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·</l><q type="unspecified"><l n="71"><milestone unit="para" ed="P"/>φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,</l><l n="72">χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα</l><l n="73">χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.</l><l n="74">Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή,</l><l n="75">ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα.</l></q><l n="76"><milestone unit="para" ed="P"/>τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,</l><l n="77">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="78"><milestone unit="para" ed="P"/>τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις
                     ἐρίζοι·</l><l n="79">ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν·</l><l n="80">ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,</l><l n="81">κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς</l><l n="82">ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,</l><l n="83">Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,</l><l n="84">Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς</l><l n="85">καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.</l><l n="86">τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.</l><l n="87">ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν</l><l n="88">τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,</l><l n="89">ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.</l><l n="90">ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων</l><l n="91">ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν</l><l n="92">λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·</l><l n="93">ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.</l><l n="94">καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν</l><l n="95">εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον</l><l n="96">εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.</l><l n="97">ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν</l><l n="98">ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο</l><l n="99">Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.</l><milestone n="100" unit="card" ed="p"/><l n="100">ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων</l><l n="101">πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν</l><l n="102">ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε</l><l n="103">παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.</l><l n="104">τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,</l><l n="105">ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν</l><l n="106">μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,</l><l n="107">ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν</l><l n="108">αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον</l><l n="109">κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,</l><l n="110">ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν</l><l n="111">Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια</l><l n="112">Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.</l></q><l n="113"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε
                  γόοιο.</l><l n="114">δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,</l><l n="115">χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν</l><l n="116">ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,</l><l n="117">μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="118">ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι</l><l n="119">ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.</l><l n="120"><milestone unit="para" ed="P"/>ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="121">ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>