<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.307-4.353</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.307-4.353</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><l n="307">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος</l><l n="308">εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,</l><l n="309">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="310">βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,</l><l n="311">Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="312"><milestone unit="para" ed="P"/>τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ
                     ἥρως,</l><l n="313">ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;</l><l n="314">δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.</l></q><milestone n="315" unit="card" ed="p"/><l n="315"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="316">Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="317">ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.</l><l n="318">ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,</l><l n="319">δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ</l><l n="320">μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,</l><l n="321">μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.</l><l n="322">τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα</l><l n="323">κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας</l><l n="324">ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας</l><l n="325">πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.</l><l n="326">μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,</l><l n="327">ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.</l><l n="328">λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς</l><l n="329">ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε</l><l n="330">δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,</l><l n="331">τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.</l></q><l n="332"><milestone unit="para" ed="P"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="333">ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ</l><l n="334">ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.</l><l n="335">ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος</l><l n="336">νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς</l><l n="337">κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα</l><l n="338">βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,</l><l n="339">ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,</l><l n="340">ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.</l><l n="341">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="342">τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ</l><l n="343">ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,</l><l n="344">κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,</l><l n="345">τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·</l><l n="346">πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.</l><l n="347">ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε</l><l n="348">ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,</l><l n="349">ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,</l><l n="350">τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.</l><milestone n="351" unit="card" ed="p"/><l n="351"><milestone unit="para" ed="P"/>Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι</l><l n="352">ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.</l><l n="353">οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>