<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.302-4.391</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.302-4.391</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><l n="302">οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,</l><l n="303">Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·</l><l n="304">Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,</l><l n="305">πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.</l><l n="306"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="307">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος</l><l n="308">εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,</l><l n="309">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="310">βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,</l><l n="311">Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="312"><milestone unit="para" ed="P"/>τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ
                     ἥρως,</l><l n="313">ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;</l><l n="314">δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.</l></q><milestone n="315" unit="card" ed="p"/><l n="315"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="316">Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="317">ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.</l><l n="318">ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,</l><l n="319">δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ</l><l n="320">μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,</l><l n="321">μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.</l><l n="322">τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα</l><l n="323">κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας</l><l n="324">ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας</l><l n="325">πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.</l><l n="326">μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,</l><l n="327">ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.</l><l n="328">λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς</l><l n="329">ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε</l><l n="330">δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,</l><l n="331">τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.</l></q><l n="332"><milestone unit="para" ed="P"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="333">ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ</l><l n="334">ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.</l><l n="335">ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος</l><l n="336">νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς</l><l n="337">κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα</l><l n="338">βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,</l><l n="339">ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,</l><l n="340">ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.</l><l n="341">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="342">τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ</l><l n="343">ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,</l><l n="344">κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,</l><l n="345">τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·</l><l n="346">πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.</l><l n="347">ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε</l><l n="348">ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,</l><l n="349">ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,</l><l n="350">τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.</l><milestone n="351" unit="card" ed="p"/><l n="351"><milestone unit="para" ed="P"/>Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι</l><l n="352">ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.</l><l n="353">οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.</l><l n="354">νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ</l><l n="355">Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,</l><l n="356">τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς</l><l n="357">ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·</l><l n="358">ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας</l><l n="359">ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.</l><l n="360">ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι</l><l n="361">πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν</l><l n="362">πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="363">καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν,</l><l n="364">εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε,</l><l n="365">Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,</l><l n="366">Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.</l><l n="367">ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·</l><l n="368">αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον</l><l n="369">γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.</l><l n="370">ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·</l><q type="unspecified"><l n="371"><milestone unit="para" ed="P"/>νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ
                        χαλίφρων,</l><l n="372">ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;</l><l n="373">ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ</l><l n="374">εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.</l></q><l n="375"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="376">ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,</l><l n="377">ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω</l><l n="378">ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.</l><l n="379">ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,</l><l n="380">ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,</l><l n="381">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.</l></q><l n="382"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="383">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="384">πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς</l><l n="385">ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης</l><l n="386">πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·</l><l n="387">τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.</l><l n="388">τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,</l><l n="389">ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου</l><l n="390">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.</l><l n="391">καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα,</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>