<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.291-4.308</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.291-4.308</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="291">Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="292">ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον,</l><l n="293">οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.</l><l n="294">ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη</l><l n="295">ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.</l></q><l n="296"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν</l><l n="297">δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ</l><l n="298">πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας,</l><l n="299">χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.</l><l n="300">αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,</l><l n="301">δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.</l><l n="302">οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,</l><l n="303">Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·</l><l n="304">Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,</l><l n="305">πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.</l><l n="306"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="307">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος</l><l n="308">εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>