<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.26-4.225</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.26-4.225</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="26"><milestone unit="para" ed="P"/>ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,</l><l n="27">ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.</l><l n="28">ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,</l><l n="29">ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.</l></q><l n="30"><milestone unit="para" ed="P"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="31">οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,</l><l n="32">τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.</l><l n="33">ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε</l><l n="34">ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς</l><l n="35">ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους</l><l n="36">ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.</l></q><l n="37"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ
                  ἄλλους</l><l n="38">ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.</l><l n="39">οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,</l><l n="40">καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,</l><l n="41">πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,</l><l n="42">ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,</l><l n="43">αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες</l><l n="44">θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·</l><l n="45">ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης</l><l n="46">δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.</l><l n="47">αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,</l><l n="48">ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.</l><milestone n="49" unit="card" ed="p"/><l n="49">τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,</l><l n="50">ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,</l><l n="51">ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον.</l><l n="52">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="53">καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="54">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="55">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,</l><l n="56">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.</l><l n="57">δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας</l><l n="58">παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.</l><l n="59">τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="60"><milestone unit="para" ed="P"/>σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα</l><l n="61">δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον</l><l n="62">ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,</l><l n="63">ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων</l><l n="64">σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.</l></q><l n="65"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν</l><l n="66">ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.</l><l n="67">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="68">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="69">δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,</l><l n="70">ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·</l><q type="unspecified"><l n="71"><milestone unit="para" ed="P"/>φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,</l><l n="72">χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα</l><l n="73">χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.</l><l n="74">Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή,</l><l n="75">ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα.</l></q><l n="76"><milestone unit="para" ed="P"/>τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,</l><l n="77">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="78"><milestone unit="para" ed="P"/>τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις
                     ἐρίζοι·</l><l n="79">ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν·</l><l n="80">ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,</l><l n="81">κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς</l><l n="82">ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,</l><l n="83">Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,</l><l n="84">Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς</l><l n="85">καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.</l><l n="86">τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.</l><l n="87">ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν</l><l n="88">τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,</l><l n="89">ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.</l><l n="90">ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων</l><l n="91">ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν</l><l n="92">λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·</l><l n="93">ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.</l><l n="94">καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν</l><l n="95">εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον</l><l n="96">εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.</l><l n="97">ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν</l><l n="98">ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο</l><l n="99">Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.</l><milestone n="100" unit="card" ed="p"/><l n="100">ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων</l><l n="101">πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν</l><l n="102">ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε</l><l n="103">παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.</l><l n="104">τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,</l><l n="105">ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν</l><l n="106">μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,</l><l n="107">ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν</l><l n="108">αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον</l><l n="109">κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,</l><l n="110">ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν</l><l n="111">Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια</l><l n="112">Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.</l></q><l n="113"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε
                  γόοιο.</l><l n="114">δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,</l><l n="115">χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν</l><l n="116">ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,</l><l n="117">μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="118">ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι</l><l n="119">ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.</l><l n="120"><milestone unit="para" ed="P"/>ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="121">ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο</l><l n="122">ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.</l><l n="123">τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,</l><l n="124">Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,</l><l n="125">Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν</l><l n="126">Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς</l><l n="127">Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·</l><l n="128">ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,</l><l n="129">δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.</l><l n="130">χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·</l><l n="131">χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν</l><l n="132">ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.</l><l n="133">τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα</l><l n="134">νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ</l><l n="135">ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.</l><l n="136">ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.</l><l n="137">αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·</l><q type="unspecified"><l n="138"><milestone unit="para" ed="P"/>ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε</l><l n="139">ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;</l><l n="140">ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.</l><l n="141">οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι</l><l n="142">οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν,</l><l n="143">ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,</l><l n="144">Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ</l><l n="145">κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ</l><l n="146">ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.</l></q><milestone n="147" unit="card" ed="p"/><l n="147"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="148">οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·</l><l n="149">κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες</l><l n="150">ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται.</l><l n="151">καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι</l><l n="152">μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν</l><l n="153">ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε,</l><l n="154">χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών.</l></q><l n="155"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="156">Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="157">κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·</l><l n="158">ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ</l><l n="159">ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν</l><l n="160">ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ.</l><l n="161">αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ</l><l n="162">τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,</l><l n="163">ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.</l><l n="164">πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο</l><l n="165">ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,</l><l n="166">ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι</l><l n="167">εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.</l></q><l n="168"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="169">ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ</l><l n="170">ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·</l><l n="171">καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων</l><l n="172">Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε</l><l n="173">νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.</l><l n="174">καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,</l><l n="175">ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ</l><l n="176">καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,</l><l n="177">αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.</l><l n="178">καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας</l><l n="179">ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,</l><l n="180">πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.</l><l n="181">ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,</l><l n="182">ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.</l></q><milestone n="183" unit="card" ed="p"/><l n="183"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.</l><l n="184">κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,</l><l n="185">κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,</l><l n="186">οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·</l><l n="187">μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,</l><l n="188">τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·</l><l n="189">τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·</l><q type="unspecified"><l n="190"><milestone unit="para" ed="P"/>Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι</l><l n="191">Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο</l><l n="192">οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.</l><l n="193">καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε</l><l n="194">τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς</l><l n="195">ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν</l><l n="196">κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.</l><l n="197">τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,</l><l n="198">κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.</l><l n="199">καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος</l><l n="200">Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε</l><l n="201">ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι</l><l n="202">Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.</l></q><l n="203"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="204">ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ</l><l n="205">εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·</l><l n="206">τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,</l><l n="207">ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων</l><l n="208">ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,</l><l n="209">ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα</l><l n="210">αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,</l><l n="211">υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.</l><l n="212">ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,</l><l n="213">δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ</l><l n="214">χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται</l><l n="215">Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.</l></q><l n="216"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας
                  ἔχευεν,</l><l n="217">ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.</l><l n="218">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><milestone n="219" unit="card" ed="p"/><l n="219"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·</l><l n="220">αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,</l><l n="221">νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.</l><l n="222">ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,</l><l n="223">οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,</l><l n="224">οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,</l><l n="225">οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>