<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.252-4.793</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.252-4.793</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="252">ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,</l><l n="253">ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον</l><l n="254">μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,</l><l n="255">πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,</l><l n="256">καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.</l><l n="257">πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ</l><l n="258">ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.</l><l n="259">ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ</l><l n="260">χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι</l><l n="261">ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη</l><l n="262">δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,</l><l n="263">παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε</l><l n="264">οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.</l></q><milestone n="265" unit="card" ed="p"/><l n="265"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="266">ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.</l><l n="267">ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε</l><l n="268">ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν·</l><l n="269">ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,</l><l n="270">οἷoν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.</l><l n="271">οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ</l><l n="272">ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι</l><l n="273">Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.</l><l n="274">ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε</l><l n="275">δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·</l><l n="276">καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.</l><l n="277">τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,</l><l n="278">ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,</l><l n="279">πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.</l><l n="280">αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς</l><l n="281">ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.</l><l n="282">νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε</l><l n="283">ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·</l><l n="284">ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.</l><l n="285">ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,</l><l n="286">Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν</l><l n="287">ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν</l><l n="288">νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·</l><l n="289">τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.</l></q><l n="290"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="291">Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="292">ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον,</l><l n="293">οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.</l><l n="294">ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη</l><l n="295">ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.</l></q><l n="296"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν</l><l n="297">δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ</l><l n="298">πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας,</l><l n="299">χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.</l><l n="300">αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,</l><l n="301">δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.</l><l n="302">οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,</l><l n="303">Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·</l><l n="304">Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,</l><l n="305">πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.</l><l n="306"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="307">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος</l><l n="308">εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,</l><l n="309">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="310">βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,</l><l n="311">Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="312"><milestone unit="para" ed="P"/>τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ
                     ἥρως,</l><l n="313">ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;</l><l n="314">δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.</l></q><milestone n="315" unit="card" ed="p"/><l n="315"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="316">Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="317">ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.</l><l n="318">ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,</l><l n="319">δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ</l><l n="320">μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,</l><l n="321">μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.</l><l n="322">τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα</l><l n="323">κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας</l><l n="324">ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας</l><l n="325">πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.</l><l n="326">μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,</l><l n="327">ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.</l><l n="328">λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς</l><l n="329">ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε</l><l n="330">δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,</l><l n="331">τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.</l></q><l n="332"><milestone unit="para" ed="P"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="333">ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ</l><l n="334">ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.</l><l n="335">ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος</l><l n="336">νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς</l><l n="337">κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα</l><l n="338">βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,</l><l n="339">ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,</l><l n="340">ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.</l><l n="341">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="342">τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ</l><l n="343">ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,</l><l n="344">κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,</l><l n="345">τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·</l><l n="346">πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.</l><l n="347">ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε</l><l n="348">ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,</l><l n="349">ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,</l><l n="350">τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.</l><milestone n="351" unit="card" ed="p"/><l n="351"><milestone unit="para" ed="P"/>Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι</l><l n="352">ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.</l><l n="353">οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.</l><l n="354">νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ</l><l n="355">Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,</l><l n="356">τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς</l><l n="357">ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·</l><l n="358">ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας</l><l n="359">ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.</l><l n="360">ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι</l><l n="361">πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν</l><l n="362">πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="363">καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν,</l><l n="364">εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε,</l><l n="365">Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,</l><l n="366">Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.</l><l n="367">ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·</l><l n="368">αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον</l><l n="369">γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.</l><l n="370">ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·</l><q type="unspecified"><l n="371"><milestone unit="para" ed="P"/>νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ
                        χαλίφρων,</l><l n="372">ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;</l><l n="373">ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ</l><l n="374">εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.</l></q><l n="375"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="376">ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,</l><l n="377">ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω</l><l n="378">ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.</l><l n="379">ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,</l><l n="380">ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,</l><l n="381">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.</l></q><l n="382"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="383">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="384">πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς</l><l n="385">ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης</l><l n="386">πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·</l><l n="387">τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.</l><l n="388">τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,</l><l n="389">ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου</l><l n="390">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.</l><l n="391">καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα,</l><l n="392">ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται</l><l n="393">οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.</l></q><l n="394"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="395">αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,</l><l n="396">μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·</l><l n="397">ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.</l></q><milestone n="398" unit="card" ed="p"/><l n="398"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="399">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="400">ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,</l><l n="401">τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς</l><l n="402">πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,</l><l n="403">ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·</l><l n="404">ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης</l><l n="405">ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,</l><l n="406">πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.</l><l n="407">ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν</l><l n="408">εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους</l><l n="409">τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.</l><l n="410">πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.</l><l n="411">φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·</l><l n="412">αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,</l><l n="413">λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.</l><l n="414">τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,</l><l n="415">καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,</l><l n="416">αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.</l><l n="417">πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν</l><l n="418">ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·</l><l n="419">ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.</l><l n="420">ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,</l><l n="421">τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,</l><l n="422">καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,</l><l n="423">ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,</l><l n="424">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.</l></q><l n="425">ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.</l><l n="426">αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,</l><l n="427">ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.</l><l n="428">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="429">δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·</l><l n="430">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="431">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="432">καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο</l><l n="433">ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους</l><l n="434">τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.</l><milestone n="435" unit="card" ed="p"/><l n="435"><milestone unit="para" ed="P"/>τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα
                     κόλπον</l><l n="436">τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·</l><l n="437">πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.</l><l n="438">εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν</l><l n="439">ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·</l><l n="440">ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.</l><l n="441">ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς</l><l n="442">φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·</l><l n="443">τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;</l><l n="444">ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·</l><l n="445">ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα</l><l n="446">ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.</l><l n="447">πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·</l><l n="448">φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα</l><l n="449">ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·</l><l n="450">ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας</l><l n="451">ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·</l><l n="452">ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ</l><l n="453">ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.</l><l n="454">ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας</l><l n="455">βάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,</l><l n="456">ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος,</l><l n="457">αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·</l><l n="458">γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·</l><l n="459">ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.</l><l n="460">ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς,</l><l n="461">καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·</l><q type="unspecified"><l n="462"><milestone unit="para" ed="P"/>τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο
                        βουλάς,</l><l n="463">ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;</l></q><l n="464"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="465">οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;</l><l n="466">ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ</l><l n="467">εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.</l><l n="468">ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,</l><l n="469">ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,</l><l n="470">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.</l></q><l n="471"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπεν·</l><q type="unspecified"><l n="472">ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσι</l><l n="473">ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα</l><l n="474">σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.</l><l n="475">οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="476">οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,</l><l n="477">πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,</l><l n="478">αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας</l><l n="479">ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·</l><l n="480">καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.</l></q><milestone n="481" unit="card" ed="p"/><l n="481"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον
                     ἦτορ,</l><l n="482">οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον</l><l n="483">Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.</l><l n="484">ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον·</l><q type="unspecified"><l n="485"><milestone unit="para" ed="P"/>ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ
                        κελεύεις.</l><l n="486">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="487">ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,</l><l n="488">οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,</l><l n="489">ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς</l><l n="490">ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.</l></q><l n="491"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπεν·</l><l n="492">Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ</l><l n="493">ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι</l><l n="494">δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.</l><l n="495">πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·</l><l n="496">ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων</l><l n="497">ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.</l><l n="498">εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.</l><l n="499"><milestone unit="para" ed="P"/>Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.</l><l n="500">Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν</l><l n="501">πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·</l><l n="502">καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,</l><l n="503">εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη·</l><l n="504">φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.</l><l n="505">τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·</l><l n="506">αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν</l><l n="507">ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·</l><l n="508">καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,</l><l n="509">τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·</l><l n="510">τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.</l><l n="511">ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.</l><milestone n="512" unit="card" ed="p"/><l n="512"><milestone unit="para" ed="P"/>σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ
                     ὑπάλυξεν</l><l n="513">ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.</l><l n="514">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ</l><l n="515">ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα</l><l n="516">πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,</l><l n="517">ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης</l><l n="518">τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.</l><l n="519">ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,</l><l n="520">ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,</l><l n="521">ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης</l><l n="522">καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ</l><l n="523">δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.</l><l n="524">τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν</l><l n="525">Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν</l><l n="526">χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν,</l><l n="527">μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.</l><l n="528">βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.</l><l n="529">αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·</l><l n="530">κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους</l><l n="531">εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.</l><l n="532">αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν</l><l n="533">ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.</l><l n="534">τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν</l><l n="535">δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.</l><l n="536">οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,</l><l n="537">οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.</l></q><l n="538"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,</l><l n="539">κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ</l><l n="540">ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.</l><l n="541">αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,</l><l n="542">δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·</l><q type="unspecified"><l n="543"><milestone unit="para" ed="P"/>μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς
                     οὕτω</l><l n="544">κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα</l><l n="545">πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.</l><l n="546">ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης</l><l n="547">κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.</l></q><l n="548"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="549">αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,</l><l n="550">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="551"><milestone unit="para" ed="P"/>τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ
                     ὀνόμαζε,</l><l n="552">ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ</l><l n="553">ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.</l></q><milestone n="554" unit="card" ed="p"/><l n="554"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                  προσέειπεν·</l><q type="unspecified"><q type="unspecified"><l n="555">υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·</l><l n="556">τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,</l><l n="557">νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ</l><l n="558">ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·</l><l n="559">οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="560">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="561">σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,</l><l n="562">Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,</l><l n="563">ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης</l><l n="564">ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,</l><l n="565">τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·</l><l n="566">οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος,</l><l n="567">ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας</l><l n="568">Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·</l><l n="569">οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.</l></q><l n="570">ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.</l><l n="571">αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν</l><l n="572">ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.</l><l n="573">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,</l><l n="574">δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ,</l><l n="575">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="576">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="577">νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,</l><l n="578">ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,</l><l n="579">ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·</l><l n="580">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="581">ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο</l><l n="582">στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.</l><l n="583">αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,</l><l n="584">χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.</l><l n="585">ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον</l><l n="586">ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.</l><l n="587">ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,</l><l n="588">ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·</l><l n="589">καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,</l><l n="590">τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα</l><l n="591">δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν</l><l n="592">ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.</l></q><milestone n="593" unit="card" ed="p"/><l n="593"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="594">Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.</l><l n="595">καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην</l><l n="596">ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·</l><l n="597">αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων</l><l n="598">τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι</l><l n="599">ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.</l><l n="600">δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·</l><l n="601">ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ</l><l n="602">ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις</l><l n="603">εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον</l><l n="604">πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν.</l><l n="605">ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·</l><l n="606">αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.</l><l n="607">οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων,</l><l n="608">αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.</l></q><l n="609"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="610">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="611"><milestone unit="para" ed="P"/>αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ
                     ἀγορεύεις·</l><l n="612">τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.</l><l n="613">δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,</l><l n="614">δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν·</l><l n="615">δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ</l><l n="616">ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,</l><l n="617">ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,</l><l n="618">Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε</l><l n="619">κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.</l></q><l n="620"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="621">δαιτυμόνες δʼ ἐς δώματʼ ἴσαν θείου βασιλῆος.</l><l n="622">οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον·</l><l n="623">σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.</l><l n="624">ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.</l><milestone n="625" unit="card" ed="p"/><l n="625">μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο</l><l n="626">δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες</l><l n="627">ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.</l><l n="628">Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,</l><l n="629">ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.</l><l n="630">τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν</l><l n="631">Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·</l><q type="unspecified"><l n="632"><milestone unit="para" ed="P"/>Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ
                     οὐκί,</l><l n="633">ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος;</l><l n="634">νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς</l><l n="635">Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι</l><l n="636">δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ</l><l n="637">ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.</l></q><l n="638"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ
                  ἔφαντο</l><l n="639">ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ</l><l n="640">ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.</l><l n="641"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="642">νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ</l><l n="643">κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ</l><l n="644">θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.</l><l n="645">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,</l><l n="646">ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,</l><l n="647">ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.</l></q><l n="648"><milestone unit="para" ed="P"/>τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="649">αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,</l><l n="650">ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ</l><l n="651">αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.</l><l n="652">κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,</l><l n="653">οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα</l><l n="654">Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.</l><l n="655">ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον</l><l n="656">χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.</l></q><l n="657"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,</l><l n="658">τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.</l><l n="659">μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.</l><l n="660">τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,</l><l n="661">ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι</l><l n="662">πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·</l><q type="unspecified"><l n="663"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη</l><l n="664">Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.</l><l n="665">ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως</l><l n="666">νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.</l><l n="667">ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ</l><l n="668">Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.</l><l n="669">ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,</l><l n="670">ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω</l><l n="671">ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,</l><l n="672">ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.</l></q><l n="673"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ
                  ἐκέλευον.</l><l n="674">αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.</l><milestone n="675" unit="card" ed="p"/><l n="675"><milestone unit="para" ed="P"/>οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος</l><l n="676">μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·</l><l n="677">κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς</l><l n="678">αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.</l><l n="679">βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·</l><l n="680">τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·</l><q type="unspecified"><l n="681"><milestone unit="para" ed="P"/>κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;</l><l n="682">ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο</l><l n="683">ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;</l><l n="684">μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες</l><l n="685">ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·</l><l n="686">οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,</l><l n="687">κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν</l><l n="688">ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,</l><l n="689">οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,</l><l n="690">οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν</l><l n="691">ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων·</l><l n="692">ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.</l><l n="693">κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.</l><l n="694">ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα</l><l n="695">φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων.</l></q><l n="696"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·</l><q type="unspecified"><l n="697">αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.</l><l n="698">ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο</l><l n="699">μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·</l><l n="700">Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ</l><l n="701">οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν</l><l n="702">ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.</l></q><l n="703"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον
                  ἦτορ,</l><l n="704">δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε</l><l n="705">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l><l n="706">ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·</l><q type="unspecified"><l n="707"><milestone unit="para" ed="P"/>κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν
                     χρεὼ</l><l n="708">νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποι</l><l n="709">ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν.</l><l n="710">ἦ ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;</l></q><l n="711"><milestone unit="para" ed="P"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·</l><q type="unspecified"><l n="712">οὐκ οἶδʼ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ</l><l n="713">θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται</l><l n="714">πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.</l></q><milestone n="715" unit="card" ed="p"/><l n="715"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος.</l><l n="716">τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη</l><l n="717">δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,</l><l n="718">ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο</l><l n="719">οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον</l><l n="720">πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί.</l><l n="721">τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·</l><q type="unspecified"><l n="722"><milestone unit="para" ed="P"/>κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ
                     ἔδωκεν</l><l n="723">ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο·</l><l n="724">ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,</l><l n="725">παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,</l><l n="726">ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.</l><l n="727">νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι</l><l n="728">ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα.</l><l n="729">σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη</l><l n="730">ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,</l><l n="731">ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.</l><l n="732">εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,</l><l n="733">τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,</l><l n="734">ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.</l><l n="735">ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,</l><l n="736">δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,</l><l n="737">καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα</l><l n="738">Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,</l><l n="739">εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας</l><l n="740">ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν</l><l n="741">ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.</l></q><l n="742"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="743">νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ</l><l n="744">ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.</l><l n="745">ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε,</l><l n="746">σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον</l><l n="747">μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι</l><l n="748">ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,</l><l n="749">ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.</l><l n="750">ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,</l><l n="751">εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="752">εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·</l><l n="753">ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.</l><l n="754">μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω</l><l n="755">πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο</l><l n="756">ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι</l><l n="757">δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.</l></q><milestone n="758" unit="card" ed="p"/><l n="758"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε
                  γόοιο.</l><l n="759">ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα</l><l n="760">εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,</l><l n="761">ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ·</l><q type="unspecified"><l n="762"><milestone unit="para" ed="P"/>κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,</l><l n="763">εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς</l><l n="764">ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε,</l><l n="765">τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,</l><l n="766">μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.</l></q><l n="767"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.</l><l n="768">μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·</l><l n="769">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="770"><milestone unit="para" ed="P"/>ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια</l><l n="771">ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.</l></q><l n="772"><milestone unit="para" ed="P"/>ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.</l><l n="773">τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="774"><milestone unit="para" ed="P"/>δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε</l><l n="775">πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.</l><l n="776">ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν</l><l n="777">μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.</l></q><l n="778"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους,</l><l n="779">βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.</l><l n="780">νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,</l><l n="781">ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,</l><l n="782">ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,</l><l n="783">πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν·</l><l n="784">τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες.</l><l n="785">ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·</l><l n="786">ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.</l><l n="787"><milestone unit="para" ed="P"/>ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια</l><l n="788">κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,</l><l n="789">ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,</l><l n="790">ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.</l><l n="791">ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ</l><l n="792">δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,</l><l n="793">τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>