<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.25-4.71</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.25-4.71</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><l n="25">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="26"><milestone unit="para" ed="P"/>ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,</l><l n="27">ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.</l><l n="28">ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,</l><l n="29">ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.</l></q><l n="30"><milestone unit="para" ed="P"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="31">οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,</l><l n="32">τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.</l><l n="33">ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε</l><l n="34">ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς</l><l n="35">ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους</l><l n="36">ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.</l></q><l n="37"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ
                  ἄλλους</l><l n="38">ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.</l><l n="39">οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,</l><l n="40">καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,</l><l n="41">πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,</l><l n="42">ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,</l><l n="43">αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες</l><l n="44">θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·</l><l n="45">ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης</l><l n="46">δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.</l><l n="47">αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,</l><l n="48">ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.</l><milestone n="49" unit="card" ed="p"/><l n="49">τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,</l><l n="50">ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,</l><l n="51">ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον.</l><l n="52">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="53">καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="54">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="55">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,</l><l n="56">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.</l><l n="57">δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας</l><l n="58">παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.</l><l n="59">τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="60"><milestone unit="para" ed="P"/>σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα</l><l n="61">δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον</l><l n="62">ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,</l><l n="63">ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων</l><l n="64">σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.</l></q><l n="65"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν</l><l n="66">ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.</l><l n="67">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="68">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="69">δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,</l><l n="70">ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·</l><q type="unspecified"><l n="71"><milestone unit="para" ed="P"/>φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>