<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.244-4.259</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.244-4.259</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="244">αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,</l><l n="245">σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,</l><l n="246">ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·</l><l n="247">ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,</l><l n="248">δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.</l><l n="249">τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν</l><l n="250">πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,</l><l n="251">καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.</l><l n="252">ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,</l><l n="253">ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον</l><l n="254">μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,</l><l n="255">πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,</l><l n="256">καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.</l><l n="257">πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ</l><l n="258">ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.</l><l n="259">ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>