<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.236-4.305</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.236-4.305</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="236">ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ</l><l n="237">Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·</l><l n="238">ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι</l><l n="239">καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.</l><l n="240">πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,</l><l n="241">ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·</l><l n="242">ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ</l><l n="243">δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί.</l><l n="244">αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,</l><l n="245">σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,</l><l n="246">ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·</l><l n="247">ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,</l><l n="248">δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.</l><l n="249">τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν</l><l n="250">πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,</l><l n="251">καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.</l><l n="252">ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,</l><l n="253">ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον</l><l n="254">μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,</l><l n="255">πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,</l><l n="256">καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.</l><l n="257">πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ</l><l n="258">ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.</l><l n="259">ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ</l><l n="260">χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι</l><l n="261">ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη</l><l n="262">δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,</l><l n="263">παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε</l><l n="264">οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.</l></q><milestone n="265" unit="card" ed="p"/><l n="265"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="266">ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.</l><l n="267">ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε</l><l n="268">ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν·</l><l n="269">ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,</l><l n="270">οἷoν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.</l><l n="271">οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ</l><l n="272">ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι</l><l n="273">Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.</l><l n="274">ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε</l><l n="275">δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·</l><l n="276">καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.</l><l n="277">τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,</l><l n="278">ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,</l><l n="279">πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.</l><l n="280">αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς</l><l n="281">ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.</l><l n="282">νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε</l><l n="283">ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·</l><l n="284">ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.</l><l n="285">ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,</l><l n="286">Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν</l><l n="287">ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν</l><l n="288">νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·</l><l n="289">τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.</l></q><l n="290"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="291">Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="292">ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον,</l><l n="293">οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.</l><l n="294">ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη</l><l n="295">ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.</l></q><l n="296"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν</l><l n="297">δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ</l><l n="298">πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας,</l><l n="299">χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.</l><l n="300">αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,</l><l n="301">δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.</l><l n="302">οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,</l><l n="303">Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·</l><l n="304">Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,</l><l n="305">πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>