<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.209-4.241</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.209-4.241</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="209">ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα</l><l n="210">αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,</l><l n="211">υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.</l><l n="212">ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,</l><l n="213">δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ</l><l n="214">χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται</l><l n="215">Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.</l></q><l n="216"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας
                  ἔχευεν,</l><l n="217">ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.</l><l n="218">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><milestone n="219" unit="card" ed="p"/><l n="219"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·</l><l n="220">αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,</l><l n="221">νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.</l><l n="222">ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,</l><l n="223">οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,</l><l n="224">οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,</l><l n="225">οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν</l><l n="226">χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο.</l><l n="227">τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,</l><l n="228">ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις</l><l n="229">Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα</l><l n="230">φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·</l><l n="231">ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων</l><l n="232">ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.</l><l n="233">αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,</l><l n="234">ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·</l><q type="unspecified"><l n="235"><milestone unit="para" ed="P"/>Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε</l><l n="236">ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ</l><l n="237">Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·</l><l n="238">ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι</l><l n="239">καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.</l><l n="240">πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,</l><l n="241">ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>