<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.183-4.200</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.183-4.200</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><l n="183"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.</l><l n="184">κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,</l><l n="185">κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,</l><l n="186">οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·</l><l n="187">μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,</l><l n="188">τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·</l><l n="189">τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·</l><q type="unspecified"><l n="190"><milestone unit="para" ed="P"/>Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι</l><l n="191">Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο</l><l n="192">οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.</l><l n="193">καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε</l><l n="194">τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς</l><l n="195">ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν</l><l n="196">κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.</l><l n="197">τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,</l><l n="198">κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.</l><l n="199">καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος</l><l n="200">Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>