<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.166-4.235</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.166-4.235</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="166">ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι</l><l n="167">εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.</l></q><l n="168"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="169">ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ</l><l n="170">ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·</l><l n="171">καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων</l><l n="172">Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε</l><l n="173">νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.</l><l n="174">καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,</l><l n="175">ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ</l><l n="176">καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,</l><l n="177">αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.</l><l n="178">καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας</l><l n="179">ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,</l><l n="180">πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.</l><l n="181">ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,</l><l n="182">ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.</l></q><milestone n="183" unit="card" ed="p"/><l n="183"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.</l><l n="184">κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,</l><l n="185">κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,</l><l n="186">οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·</l><l n="187">μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,</l><l n="188">τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·</l><l n="189">τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·</l><q type="unspecified"><l n="190"><milestone unit="para" ed="P"/>Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι</l><l n="191">Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο</l><l n="192">οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.</l><l n="193">καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε</l><l n="194">τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς</l><l n="195">ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν</l><l n="196">κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.</l><l n="197">τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,</l><l n="198">κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.</l><l n="199">καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος</l><l n="200">Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε</l><l n="201">ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι</l><l n="202">Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.</l></q><l n="203"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="204">ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ</l><l n="205">εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·</l><l n="206">τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,</l><l n="207">ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων</l><l n="208">ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,</l><l n="209">ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα</l><l n="210">αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,</l><l n="211">υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.</l><l n="212">ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,</l><l n="213">δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ</l><l n="214">χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται</l><l n="215">Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.</l></q><l n="216"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας
                  ἔχευεν,</l><l n="217">ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.</l><l n="218">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><milestone n="219" unit="card" ed="p"/><l n="219"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·</l><l n="220">αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,</l><l n="221">νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.</l><l n="222">ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,</l><l n="223">οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,</l><l n="224">οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,</l><l n="225">οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν</l><l n="226">χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο.</l><l n="227">τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,</l><l n="228">ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις</l><l n="229">Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα</l><l n="230">φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·</l><l n="231">ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων</l><l n="232">ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.</l><l n="233">αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,</l><l n="234">ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·</l><q type="unspecified"><l n="235"><milestone unit="para" ed="P"/>Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>