<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.11-4.43</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.11-4.43</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><l n="11">ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης</l><l n="12">ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον,</l><l n="13">ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν,</l><l n="14">Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.</l><l n="15">ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα</l><l n="16">γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,</l><l n="17">τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς</l><l n="18">φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς,</l><l n="19">μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.</l><l n="20"><milestone unit="para" ed="P"/>τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ
                  ἵππω,</l><l n="21">Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,</l><l n="22">στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,</l><l n="23">ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,</l><l n="24">βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,</l><l n="25">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="26"><milestone unit="para" ed="P"/>ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,</l><l n="27">ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.</l><l n="28">ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,</l><l n="29">ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.</l></q><l n="30"><milestone unit="para" ed="P"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="31">οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,</l><l n="32">τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.</l><l n="33">ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε</l><l n="34">ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς</l><l n="35">ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους</l><l n="36">ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.</l></q><l n="37"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ
                  ἄλλους</l><l n="38">ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.</l><l n="39">οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,</l><l n="40">καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,</l><l n="41">πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,</l><l n="42">ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,</l><l n="43">αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>