<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.108-4.354</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:4.108-4.354</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="108">αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον</l><l n="109">κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,</l><l n="110">ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν</l><l n="111">Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια</l><l n="112">Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.</l></q><l n="113"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε
                  γόοιο.</l><l n="114">δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,</l><l n="115">χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν</l><l n="116">ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,</l><l n="117">μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="118">ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι</l><l n="119">ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.</l><l n="120"><milestone unit="para" ed="P"/>ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="121">ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο</l><l n="122">ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.</l><l n="123">τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,</l><l n="124">Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,</l><l n="125">Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν</l><l n="126">Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς</l><l n="127">Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·</l><l n="128">ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,</l><l n="129">δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.</l><l n="130">χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·</l><l n="131">χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν</l><l n="132">ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.</l><l n="133">τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα</l><l n="134">νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ</l><l n="135">ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.</l><l n="136">ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.</l><l n="137">αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·</l><q type="unspecified"><l n="138"><milestone unit="para" ed="P"/>ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε</l><l n="139">ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;</l><l n="140">ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.</l><l n="141">οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι</l><l n="142">οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν,</l><l n="143">ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,</l><l n="144">Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ</l><l n="145">κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ</l><l n="146">ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.</l></q><milestone n="147" unit="card" ed="p"/><l n="147"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="148">οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·</l><l n="149">κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες</l><l n="150">ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται.</l><l n="151">καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι</l><l n="152">μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν</l><l n="153">ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε,</l><l n="154">χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών.</l></q><l n="155"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="156">Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="157">κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·</l><l n="158">ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ</l><l n="159">ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν</l><l n="160">ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ.</l><l n="161">αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ</l><l n="162">τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,</l><l n="163">ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.</l><l n="164">πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο</l><l n="165">ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,</l><l n="166">ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι</l><l n="167">εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.</l></q><l n="168"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="169">ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ</l><l n="170">ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·</l><l n="171">καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων</l><l n="172">Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε</l><l n="173">νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.</l><l n="174">καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,</l><l n="175">ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ</l><l n="176">καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,</l><l n="177">αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.</l><l n="178">καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας</l><l n="179">ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,</l><l n="180">πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.</l><l n="181">ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,</l><l n="182">ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.</l></q><milestone n="183" unit="card" ed="p"/><l n="183"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.</l><l n="184">κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,</l><l n="185">κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,</l><l n="186">οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·</l><l n="187">μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,</l><l n="188">τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·</l><l n="189">τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·</l><q type="unspecified"><l n="190"><milestone unit="para" ed="P"/>Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι</l><l n="191">Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο</l><l n="192">οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.</l><l n="193">καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε</l><l n="194">τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς</l><l n="195">ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν</l><l n="196">κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.</l><l n="197">τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,</l><l n="198">κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.</l><l n="199">καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος</l><l n="200">Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε</l><l n="201">ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι</l><l n="202">Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.</l></q><l n="203"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="204">ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ</l><l n="205">εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·</l><l n="206">τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,</l><l n="207">ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων</l><l n="208">ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,</l><l n="209">ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα</l><l n="210">αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,</l><l n="211">υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.</l><l n="212">ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,</l><l n="213">δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ</l><l n="214">χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται</l><l n="215">Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.</l></q><l n="216"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας
                  ἔχευεν,</l><l n="217">ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.</l><l n="218">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><milestone n="219" unit="card" ed="p"/><l n="219"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·</l><l n="220">αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,</l><l n="221">νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.</l><l n="222">ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,</l><l n="223">οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,</l><l n="224">οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,</l><l n="225">οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν</l><l n="226">χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο.</l><l n="227">τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,</l><l n="228">ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις</l><l n="229">Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα</l><l n="230">φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·</l><l n="231">ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων</l><l n="232">ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.</l><l n="233">αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,</l><l n="234">ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·</l><q type="unspecified"><l n="235"><milestone unit="para" ed="P"/>Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε</l><l n="236">ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ</l><l n="237">Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·</l><l n="238">ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι</l><l n="239">καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.</l><l n="240">πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,</l><l n="241">ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·</l><l n="242">ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ</l><l n="243">δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί.</l><l n="244">αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,</l><l n="245">σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,</l><l n="246">ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·</l><l n="247">ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,</l><l n="248">δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.</l><l n="249">τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν</l><l n="250">πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,</l><l n="251">καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.</l><l n="252">ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,</l><l n="253">ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον</l><l n="254">μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,</l><l n="255">πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,</l><l n="256">καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.</l><l n="257">πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ</l><l n="258">ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.</l><l n="259">ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ</l><l n="260">χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι</l><l n="261">ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη</l><l n="262">δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,</l><l n="263">παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε</l><l n="264">οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.</l></q><milestone n="265" unit="card" ed="p"/><l n="265"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="266">ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.</l><l n="267">ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε</l><l n="268">ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν·</l><l n="269">ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,</l><l n="270">οἷoν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.</l><l n="271">οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ</l><l n="272">ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι</l><l n="273">Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.</l><l n="274">ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε</l><l n="275">δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·</l><l n="276">καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.</l><l n="277">τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,</l><l n="278">ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,</l><l n="279">πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.</l><l n="280">αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς</l><l n="281">ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.</l><l n="282">νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε</l><l n="283">ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·</l><l n="284">ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.</l><l n="285">ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,</l><l n="286">Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν</l><l n="287">ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν</l><l n="288">νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·</l><l n="289">τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.</l></q><l n="290"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="291">Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="292">ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον,</l><l n="293">οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.</l><l n="294">ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη</l><l n="295">ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.</l></q><l n="296"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν</l><l n="297">δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ</l><l n="298">πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας,</l><l n="299">χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.</l><l n="300">αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,</l><l n="301">δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.</l><l n="302">οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,</l><l n="303">Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·</l><l n="304">Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,</l><l n="305">πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.</l><l n="306"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="307">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος</l><l n="308">εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,</l><l n="309">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="310">βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,</l><l n="311">Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="312"><milestone unit="para" ed="P"/>τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ
                     ἥρως,</l><l n="313">ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;</l><l n="314">δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.</l></q><milestone n="315" unit="card" ed="p"/><l n="315"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="316">Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="317">ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.</l><l n="318">ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,</l><l n="319">δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ</l><l n="320">μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,</l><l n="321">μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.</l><l n="322">τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα</l><l n="323">κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας</l><l n="324">ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας</l><l n="325">πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.</l><l n="326">μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,</l><l n="327">ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.</l><l n="328">λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς</l><l n="329">ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε</l><l n="330">δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,</l><l n="331">τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.</l></q><l n="332"><milestone unit="para" ed="P"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="333">ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ</l><l n="334">ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.</l><l n="335">ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος</l><l n="336">νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς</l><l n="337">κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα</l><l n="338">βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,</l><l n="339">ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,</l><l n="340">ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.</l><l n="341">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="342">τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ</l><l n="343">ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,</l><l n="344">κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,</l><l n="345">τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·</l><l n="346">πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.</l><l n="347">ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε</l><l n="348">ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,</l><l n="349">ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,</l><l n="350">τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.</l><milestone n="351" unit="card" ed="p"/><l n="351"><milestone unit="para" ed="P"/>Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι</l><l n="352">ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.</l><l n="353">οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.</l><l n="354">νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>