<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.68-3.101</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.68-3.101</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><l n="68">τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="69"><milestone unit="para" ed="P"/>νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι</l><l n="70">ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.</l><l n="71">ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;</l><l n="72">ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε</l><l n="73">οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται</l><l n="74">ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;</l></q><l n="75"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα</l><l n="76">θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη</l><l n="77">θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο</l><l n="78">ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·</l><q type="unspecified"><l n="79"><milestone unit="para" ed="P"/>ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,</l><l n="80">εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.</l><l n="81">ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν·</l><l n="82">πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.</l><l n="83">πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,</l><l n="84">δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι</l><l n="85">σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.</l><l n="86">ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,</l><l n="87">πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,</l><l n="88">κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.</l><l n="89">οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν,</l><l n="90">εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,</l><l n="91">εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.</l><l n="92">τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα</l><l n="93">κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας</l><l n="94">ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας</l><l n="95">πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.</l><l n="96">μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,</l><l n="97">ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.</l><l n="98">λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,</l><l n="99">ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε</l><l n="100">δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,</l><l n="101">τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>