<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.51-3.166</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.51-3.166</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><l n="51"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·</l><l n="52">χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,</l><l n="53">οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·</l><l n="54">αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·</l><q type="unspecified"><l n="55"><milestone unit="para" ed="P"/>κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς</l><l n="56">ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.</l><l n="57">Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,</l><l n="58">αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν</l><l n="59">σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.</l><l n="60">δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,</l><l n="61">οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.</l></q><l n="62"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.</l><l n="63">δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·</l><l n="64">ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.</l><l n="65">οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,</l><l n="66">μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.</l><l n="67">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="68">τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="69"><milestone unit="para" ed="P"/>νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι</l><l n="70">ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.</l><l n="71">ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;</l><l n="72">ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε</l><l n="73">οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται</l><l n="74">ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;</l></q><l n="75"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα</l><l n="76">θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη</l><l n="77">θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο</l><l n="78">ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·</l><q type="unspecified"><l n="79"><milestone unit="para" ed="P"/>ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,</l><l n="80">εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.</l><l n="81">ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν·</l><l n="82">πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.</l><l n="83">πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,</l><l n="84">δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι</l><l n="85">σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.</l><l n="86">ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,</l><l n="87">πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,</l><l n="88">κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.</l><l n="89">οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν,</l><l n="90">εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,</l><l n="91">εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.</l><l n="92">τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα</l><l n="93">κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας</l><l n="94">ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας</l><l n="95">πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.</l><l n="96">μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,</l><l n="97">ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.</l><l n="98">λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,</l><l n="99">ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε</l><l n="100">δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,</l><l n="101">τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.</l></q><milestone n="102" unit="card" ed="p"/><l n="102"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="103">ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ</l><l n="104">δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,</l><l n="105">ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον</l><l n="106">πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,</l><l n="107">ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="108">μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.</l><l n="109">ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς,</l><l n="110">ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,</l><l n="111">ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,</l><l n="112">Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·</l><l n="113">ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα</l><l n="114">πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;</l><l n="115">οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων</l><l n="116">ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·</l><l n="117">πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.</l><l n="118">εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες</l><l n="119">παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.</l><l n="120">ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην</l><l n="121">ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς</l><l n="122">παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε</l><l n="123">κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.</l><l n="124">ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης</l><l n="125">ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.</l><l n="126">ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς</l><l n="127">οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,</l><l n="128">ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ</l><l n="129">φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.</l><l n="130">αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,</l><l n="131">βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,</l><l n="132">καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον</l><l n="133">Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι</l><l n="134">πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον</l><l n="135">μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.</l><l n="136">ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.</l><l n="137">τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,</l><l n="138">μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,</l><l n="139">οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,</l><l n="140">μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.</l><milestone n="141" unit="card" ed="p"/><l n="141">ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς</l><l n="142">νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,</l><l n="143">οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα</l><l n="144">λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,</l><l n="145">ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,</l><l n="146">νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·</l><l n="147">οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.</l><l n="148">ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν</l><l n="149">ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ</l><l n="150">ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.</l><l n="151">νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες</l><l n="152">ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·</l><l n="153">ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν</l><l n="154">κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.</l><l n="155">ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες</l><l n="156">αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·</l><l n="157">ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκα</l><l n="158">ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.</l><l n="159">ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,</l><l n="160">οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον,</l><l n="161">σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.</l><l n="162">οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας</l><l n="163">ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,</l><l n="164">αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·</l><l n="165">αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,</l><l n="166">φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>