<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.493-4.13</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.493-4.13</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><l n="493">ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·</l><l n="494">μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.</l><l n="495">ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα</l><l n="496">ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.</l><l n="497">δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.</l></div><div n="4" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,</l><l n="2">πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.</l><l n="3">τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν</l><l n="4">υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.</l><l n="5">τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·</l><l n="6">ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε</l><l n="7">δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.</l><l n="8">τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι</l><l n="9">Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.</l><l n="10">υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,</l><l n="11">ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης</l><l n="12">ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον,</l><l n="13">ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>