<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.458-3.494</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.458-3.494</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><l n="458">δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.</l><l n="459">καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον</l><l n="460">λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.</l><l n="461">αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,</l><l n="462">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,</l><l n="463">ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.</l><l n="464"><milestone unit="para" ed="P"/>τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,</l><l n="465">Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.</l><l n="466">αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,</l><l n="467">ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,</l><l n="468">ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·</l><l n="469">πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.</l><l n="470"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,</l><l n="471">δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο</l><l n="472">οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.</l><l n="473">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="474">τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="475"><milestone unit="para" ed="P"/>παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους</l><l n="476">ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.</l></q><l n="477"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,</l><l n="478">καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.</l><l n="479">ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν</l><l n="480">ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.</l><l n="481">ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·</l><l n="482">πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,</l><l n="483">ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,</l><l n="484">μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="485">ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.</l><l n="486">οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.</l><l n="487"><milestone unit="para" ed="P"/>δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,</l><l n="488">ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,</l><l n="489">υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.</l><l n="490">ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.</l><l n="491"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="492">ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·</l><l n="493">ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·</l><l n="494">μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>