<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.439-3.456</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.439-3.456</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><l n="439">βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.</l><l n="440">χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι</l><l n="441">ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς</l><l n="442">ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης</l><l n="443">ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.</l><l n="444">Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ</l><l n="445">χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ</l><l n="446">εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.</l><milestone n="447" unit="card" ed="p"/><l n="447"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,</l><l n="448">αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης</l><l n="449">ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας</l><l n="450">αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν</l><l n="451">θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις</l><l n="452">Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.</l><l n="453">οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης</l><l n="454">ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.</l><l n="455">τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός,</l><l n="456">αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>