<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.43-3.473</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.43-3.473</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><q type="unspecified"><l n="43"><milestone unit="para" ed="P"/>εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·</l><l n="44">τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.</l><l n="45">αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,</l><l n="46">δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου</l><l n="47">σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν</l><l n="48">εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.</l><l n="49">ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ·</l><l n="50">τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.</l></q><milestone n="51" unit="card" ed="p"/><l n="51"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·</l><l n="52">χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,</l><l n="53">οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·</l><l n="54">αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·</l><q type="unspecified"><l n="55"><milestone unit="para" ed="P"/>κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς</l><l n="56">ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.</l><l n="57">Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,</l><l n="58">αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν</l><l n="59">σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.</l><l n="60">δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,</l><l n="61">οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.</l></q><l n="62"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.</l><l n="63">δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·</l><l n="64">ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.</l><l n="65">οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,</l><l n="66">μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.</l><l n="473">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>