<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.403-3.420</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.403-3.420</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><l n="403">τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.</l><milestone n="404" unit="card" ed="p"/><l n="404"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="405">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,</l><l n="406">ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,</l><l n="407">οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,</l><l n="408">λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν</l><l n="409">Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·</l><l n="410">ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,</l><l n="411">Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,</l><l n="412">σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο</l><l n="413">ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε</l><l n="414">Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.</l><l n="415">τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,</l><l n="416">πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.</l><l n="417">τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="418"><milestone unit="para" ed="P"/>καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ,</l><l n="419">ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην,</l><l n="420">ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>