<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.376-3.408</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.376-3.408</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><q type="unspecified"><l n="376">εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.</l><l n="377">οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων,</l><l n="378">ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,</l><l n="379">ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.</l><l n="380">ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,</l><l n="381">αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·</l><l n="382">σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον</l><l n="383">ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·</l><l n="384">τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.</l></q><l n="385"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.</l><l n="386">τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,</l><l n="387">υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.</l><l n="388">ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,</l><l n="389">ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·</l><l n="390">τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν</l><l n="391">οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ</l><l n="392">ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·</l><l n="393">τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ</l><l n="394">εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.</l><l n="395"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε
                  θυμός,</l><l n="396">οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,</l><l n="397">τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,</l><l n="398">Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,</l><l n="399">τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,</l><l n="400">πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,</l><l n="401">ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·</l><l n="402">αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,</l><l n="403">τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.</l><milestone n="404" unit="card" ed="p"/><l n="404"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="405">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,</l><l n="406">ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,</l><l n="407">οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,</l><l n="408">λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>