<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.368-3.392</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.368-3.392</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><q type="unspecified"><l n="368">οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,</l><l n="369">πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,</l><l n="370">οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.</l></q><milestone n="371" unit="card" ed="p"/><l n="371"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη</l><l n="372">φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας.</l><l n="373">θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς·</l><l n="374">Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="375"><milestone unit="para" ed="P"/>ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν
                     ἔσεσθαι,</l><l n="376">εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.</l><l n="377">οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων,</l><l n="378">ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,</l><l n="379">ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.</l><l n="380">ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,</l><l n="381">αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·</l><l n="382">σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον</l><l n="383">ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·</l><l n="384">τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.</l></q><l n="385"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.</l><l n="386">τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,</l><l n="387">υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.</l><l n="388">ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,</l><l n="389">ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·</l><l n="390">τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν</l><l n="391">οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ</l><l n="392">ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>