<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.353-4.265</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.353-4.265</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><q type="unspecified"><l n="353">νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται, ὄφρʼ ἂν ἐγώ γε</l><l n="354">ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,</l><l n="355">ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται.</l></q><l n="356"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="357">εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν</l><l n="358">Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.</l><l n="359">ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ</l><l n="360">σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν</l><l n="361">εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.</l><l n="362">οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·</l><l n="363">οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,</l><l n="364">πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.</l><l n="365">ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ</l><l n="366">νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους</l><l n="367">εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε</l><l n="368">οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,</l><l n="369">πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,</l><l n="370">οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.</l></q><milestone n="371" unit="card" ed="p"/><l n="371"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη</l><l n="372">φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας.</l><l n="373">θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς·</l><l n="374">Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="375"><milestone unit="para" ed="P"/>ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν
                     ἔσεσθαι,</l><l n="376">εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.</l><l n="377">οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων,</l><l n="378">ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,</l><l n="379">ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.</l><l n="380">ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,</l><l n="381">αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·</l><l n="382">σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον</l><l n="383">ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·</l><l n="384">τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.</l></q><l n="385"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.</l><l n="386">τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,</l><l n="387">υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.</l><l n="388">ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,</l><l n="389">ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·</l><l n="390">τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν</l><l n="391">οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ</l><l n="392">ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·</l><l n="393">τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ</l><l n="394">εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.</l><l n="395"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε
                  θυμός,</l><l n="396">οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,</l><l n="397">τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,</l><l n="398">Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,</l><l n="399">τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,</l><l n="400">πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,</l><l n="401">ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·</l><l n="402">αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,</l><l n="403">τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.</l><milestone n="404" unit="card" ed="p"/><l n="404"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="405">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,</l><l n="406">ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,</l><l n="407">οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,</l><l n="408">λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν</l><l n="409">Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·</l><l n="410">ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,</l><l n="411">Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,</l><l n="412">σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο</l><l n="413">ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε</l><l n="414">Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.</l><l n="415">τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,</l><l n="416">πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.</l><l n="417">τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="418"><milestone unit="para" ed="P"/>καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ,</l><l n="419">ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην,</l><l n="420">ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.</l><l n="421">ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα</l><l n="422">ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·</l><l n="423">εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν</l><l n="424">πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους·</l><l n="425">εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω</l><l n="426">ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.</l><l n="427">οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω</l><l n="428">δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι,</l><l n="429">ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.</l></q><l n="430"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ
                  βοῦς</l><l n="431">ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης</l><l n="432">Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς</l><l n="433">ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,</l><l n="434">ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην,</l><l n="435">οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη</l><l n="436">ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ</l><l n="437">χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν</l><l n="438">ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.</l><l n="439">βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.</l><l n="440">χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι</l><l n="441">ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς</l><l n="442">ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης</l><l n="443">ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.</l><l n="444">Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ</l><l n="445">χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ</l><l n="446">εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.</l><milestone n="447" unit="card" ed="p"/><l n="447"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,</l><l n="448">αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης</l><l n="449">ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας</l><l n="450">αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν</l><l n="451">θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις</l><l n="452">Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.</l><l n="453">οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης</l><l n="454">ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.</l><l n="455">τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός,</l><l n="456">αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον</l><l n="457">πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν</l><l n="458">δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.</l><l n="459">καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον</l><l n="460">λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.</l><l n="461">αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,</l><l n="462">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,</l><l n="463">ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.</l><l n="464"><milestone unit="para" ed="P"/>τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,</l><l n="465">Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.</l><l n="466">αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,</l><l n="467">ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,</l><l n="468">ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·</l><l n="469">πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.</l><l n="470"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,</l><l n="471">δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο</l><l n="472">οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.</l><l n="473">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="474">τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="475"><milestone unit="para" ed="P"/>παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους</l><l n="476">ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.</l></q><l n="477"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,</l><l n="478">καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.</l><l n="479">ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν</l><l n="480">ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.</l><l n="481">ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·</l><l n="482">πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,</l><l n="483">ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,</l><l n="484">μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="485">ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.</l><l n="486">οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.</l><l n="487"><milestone unit="para" ed="P"/>δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,</l><l n="488">ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,</l><l n="489">υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.</l><l n="490">ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.</l><l n="491"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="492">ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·</l><l n="493">ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·</l><l n="494">μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.</l><l n="495">ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα</l><l n="496">ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.</l><l n="497">δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.</l></div><div n="4" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,</l><l n="2">πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.</l><l n="3">τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν</l><l n="4">υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.</l><l n="5">τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·</l><l n="6">ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε</l><l n="7">δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.</l><l n="8">τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι</l><l n="9">Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.</l><l n="10">υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,</l><l n="11">ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης</l><l n="12">ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον,</l><l n="13">ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν,</l><l n="14">Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.</l><l n="15">ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα</l><l n="16">γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,</l><l n="17">τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς</l><l n="18">φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς,</l><l n="19">μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.</l><l n="20"><milestone unit="para" ed="P"/>τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ
                  ἵππω,</l><l n="21">Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,</l><l n="22">στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,</l><l n="23">ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,</l><l n="24">βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,</l><l n="25">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="26"><milestone unit="para" ed="P"/>ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,</l><l n="27">ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.</l><l n="28">ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,</l><l n="29">ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.</l></q><l n="30"><milestone unit="para" ed="P"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="31">οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,</l><l n="32">τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.</l><l n="33">ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε</l><l n="34">ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς</l><l n="35">ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους</l><l n="36">ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.</l></q><l n="37"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ
                  ἄλλους</l><l n="38">ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.</l><l n="39">οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,</l><l n="40">καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,</l><l n="41">πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,</l><l n="42">ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,</l><l n="43">αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες</l><l n="44">θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·</l><l n="45">ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης</l><l n="46">δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.</l><l n="47">αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,</l><l n="48">ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.</l><milestone n="49" unit="card" ed="p"/><l n="49">τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,</l><l n="50">ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,</l><l n="51">ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον.</l><l n="52">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="53">καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="54">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="55">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,</l><l n="56">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.</l><l n="57">δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας</l><l n="58">παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.</l><l n="59">τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="60"><milestone unit="para" ed="P"/>σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα</l><l n="61">δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον</l><l n="62">ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,</l><l n="63">ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων</l><l n="64">σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.</l></q><l n="65"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν</l><l n="66">ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.</l><l n="67">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="68">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="69">δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,</l><l n="70">ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·</l><q type="unspecified"><l n="71"><milestone unit="para" ed="P"/>φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,</l><l n="72">χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα</l><l n="73">χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.</l><l n="74">Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή,</l><l n="75">ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα.</l></q><l n="76"><milestone unit="para" ed="P"/>τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,</l><l n="77">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="78"><milestone unit="para" ed="P"/>τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις
                     ἐρίζοι·</l><l n="79">ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν·</l><l n="80">ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,</l><l n="81">κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς</l><l n="82">ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,</l><l n="83">Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,</l><l n="84">Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς</l><l n="85">καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.</l><l n="86">τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.</l><l n="87">ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν</l><l n="88">τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,</l><l n="89">ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.</l><l n="90">ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων</l><l n="91">ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν</l><l n="92">λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·</l><l n="93">ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.</l><l n="94">καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν</l><l n="95">εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον</l><l n="96">εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.</l><l n="97">ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν</l><l n="98">ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο</l><l n="99">Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.</l><milestone n="100" unit="card" ed="p"/><l n="100">ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων</l><l n="101">πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν</l><l n="102">ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε</l><l n="103">παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.</l><l n="104">τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,</l><l n="105">ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν</l><l n="106">μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,</l><l n="107">ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν</l><l n="108">αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον</l><l n="109">κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,</l><l n="110">ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν</l><l n="111">Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια</l><l n="112">Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.</l></q><l n="113"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε
                  γόοιο.</l><l n="114">δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,</l><l n="115">χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν</l><l n="116">ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,</l><l n="117">μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="118">ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι</l><l n="119">ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.</l><l n="120"><milestone unit="para" ed="P"/>ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="121">ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο</l><l n="122">ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.</l><l n="123">τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,</l><l n="124">Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,</l><l n="125">Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν</l><l n="126">Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς</l><l n="127">Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·</l><l n="128">ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,</l><l n="129">δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.</l><l n="130">χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·</l><l n="131">χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν</l><l n="132">ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.</l><l n="133">τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα</l><l n="134">νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ</l><l n="135">ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.</l><l n="136">ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.</l><l n="137">αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·</l><q type="unspecified"><l n="138"><milestone unit="para" ed="P"/>ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε</l><l n="139">ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;</l><l n="140">ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.</l><l n="141">οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι</l><l n="142">οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν,</l><l n="143">ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,</l><l n="144">Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ</l><l n="145">κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ</l><l n="146">ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.</l></q><milestone n="147" unit="card" ed="p"/><l n="147"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="148">οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·</l><l n="149">κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες</l><l n="150">ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται.</l><l n="151">καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι</l><l n="152">μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν</l><l n="153">ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε,</l><l n="154">χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών.</l></q><l n="155"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="156">Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="157">κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·</l><l n="158">ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ</l><l n="159">ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν</l><l n="160">ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ.</l><l n="161">αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ</l><l n="162">τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,</l><l n="163">ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.</l><l n="164">πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο</l><l n="165">ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,</l><l n="166">ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι</l><l n="167">εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.</l></q><l n="168"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="169">ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ</l><l n="170">ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·</l><l n="171">καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων</l><l n="172">Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε</l><l n="173">νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.</l><l n="174">καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,</l><l n="175">ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ</l><l n="176">καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,</l><l n="177">αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.</l><l n="178">καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας</l><l n="179">ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,</l><l n="180">πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.</l><l n="181">ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,</l><l n="182">ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.</l></q><milestone n="183" unit="card" ed="p"/><l n="183"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.</l><l n="184">κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,</l><l n="185">κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,</l><l n="186">οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·</l><l n="187">μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,</l><l n="188">τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·</l><l n="189">τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·</l><q type="unspecified"><l n="190"><milestone unit="para" ed="P"/>Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι</l><l n="191">Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο</l><l n="192">οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.</l><l n="193">καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε</l><l n="194">τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς</l><l n="195">ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν</l><l n="196">κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.</l><l n="197">τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,</l><l n="198">κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.</l><l n="199">καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος</l><l n="200">Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε</l><l n="201">ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι</l><l n="202">Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.</l></q><l n="203"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="204">ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ</l><l n="205">εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·</l><l n="206">τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,</l><l n="207">ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων</l><l n="208">ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,</l><l n="209">ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα</l><l n="210">αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,</l><l n="211">υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.</l><l n="212">ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,</l><l n="213">δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ</l><l n="214">χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται</l><l n="215">Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.</l></q><l n="216"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας
                  ἔχευεν,</l><l n="217">ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.</l><l n="218">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><milestone n="219" unit="card" ed="p"/><l n="219"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·</l><l n="220">αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,</l><l n="221">νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.</l><l n="222">ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,</l><l n="223">οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,</l><l n="224">οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,</l><l n="225">οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν</l><l n="226">χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο.</l><l n="227">τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,</l><l n="228">ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις</l><l n="229">Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα</l><l n="230">φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·</l><l n="231">ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων</l><l n="232">ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.</l><l n="233">αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,</l><l n="234">ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·</l><q type="unspecified"><l n="235"><milestone unit="para" ed="P"/>Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε</l><l n="236">ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ</l><l n="237">Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·</l><l n="238">ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι</l><l n="239">καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.</l><l n="240">πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,</l><l n="241">ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·</l><l n="242">ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ</l><l n="243">δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί.</l><l n="244">αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,</l><l n="245">σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,</l><l n="246">ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·</l><l n="247">ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,</l><l n="248">δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.</l><l n="249">τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν</l><l n="250">πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,</l><l n="251">καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.</l><l n="252">ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,</l><l n="253">ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον</l><l n="254">μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,</l><l n="255">πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,</l><l n="256">καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.</l><l n="257">πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ</l><l n="258">ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.</l><l n="259">ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ</l><l n="260">χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι</l><l n="261">ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη</l><l n="262">δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,</l><l n="263">παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε</l><l n="264">οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.</l></q><milestone n="265" unit="card" ed="p"/><l n="265"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>