<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.35-3.53</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.35-3.53</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><l n="35">χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.</l><l n="36">πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν</l><l n="37">ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ</l><l n="38">κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν</l><l n="39">πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ·</l><l n="40">δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν</l><l n="41">χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα</l><l n="42">Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο·</l><q type="unspecified"><l n="43"><milestone unit="para" ed="P"/>εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·</l><l n="44">τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.</l><l n="45">αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,</l><l n="46">δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου</l><l n="47">σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν</l><l n="48">εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.</l><l n="49">ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ·</l><l n="50">τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.</l></q><milestone n="51" unit="card" ed="p"/><l n="51"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·</l><l n="52">χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,</l><l n="53">οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>