<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.310-3.342</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.310-3.342</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><q type="unspecified"><l n="310">μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·</l><l n="311">αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος</l><l n="312">πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.</l><l n="313"><milestone unit="para" ed="P"/>καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ
                     ἀλάλησο,</l><l n="314">κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν</l><l n="315">οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν</l><l n="316">κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.</l><l n="317">ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα</l><l n="318">ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,</l><l n="319">ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ</l><l n="320">ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι</l><l n="321">ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ</l><l n="322">αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.</l><l n="323">ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·</l><l n="324">εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,</l><l n="325">πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται</l><l n="326">ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.</l><l n="327">λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·</l><l n="328">ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.</l></q><milestone n="329" unit="card" ed="p"/><l n="329"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας
                  ἦλθε.</l><l n="330">τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="331">ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·</l><l n="332">ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,</l><l n="333">ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν</l><l n="334">σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.</l><l n="335">ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν·</l><l n="336">δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.</l></q><l n="337"><milestone unit="para" ed="P"/>ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης.</l><l n="338">τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,</l><l n="339">κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="340">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·</l><l n="341">γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον.</l><l n="342">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>