<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.308-4.47</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.308-4.47</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><q type="unspecified"><l n="308">Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.</l><l n="309">ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν</l><l n="310">μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·</l><l n="311">αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος</l><l n="312">πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.</l><l n="313"><milestone unit="para" ed="P"/>καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ
                     ἀλάλησο,</l><l n="314">κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν</l><l n="315">οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν</l><l n="316">κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.</l><l n="317">ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα</l><l n="318">ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,</l><l n="319">ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ</l><l n="320">ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι</l><l n="321">ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ</l><l n="322">αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.</l><l n="323">ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·</l><l n="324">εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,</l><l n="325">πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται</l><l n="326">ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.</l><l n="327">λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·</l><l n="328">ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.</l></q><milestone n="329" unit="card" ed="p"/><l n="329"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας
                  ἦλθε.</l><l n="330">τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="331">ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·</l><l n="332">ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,</l><l n="333">ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν</l><l n="334">σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.</l><l n="335">ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν·</l><l n="336">δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.</l></q><l n="337"><milestone unit="para" ed="P"/>ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης.</l><l n="338">τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,</l><l n="339">κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="340">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·</l><l n="341">γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον.</l><l n="342">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,</l><l n="343">δὴ τότʼ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς</l><l n="344">ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.</l><l n="345">Νέστωρ δʼ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν·</l><q type="unspecified"><l n="346"><milestone unit="para" ed="P"/>Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ
                     ἄλλοι,</l><l n="347">ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε</l><l n="348">ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,</l><l n="349">ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ,</l><l n="350">οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.</l><l n="351">αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.</l><l n="352">οὔ θην δὴ τοῦδʼ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς</l><l n="353">νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται, ὄφρʼ ἂν ἐγώ γε</l><l n="354">ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,</l><l n="355">ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται.</l></q><l n="356"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="357">εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν</l><l n="358">Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.</l><l n="359">ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ</l><l n="360">σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν</l><l n="361">εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.</l><l n="362">οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·</l><l n="363">οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,</l><l n="364">πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.</l><l n="365">ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ</l><l n="366">νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους</l><l n="367">εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε</l><l n="368">οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,</l><l n="369">πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,</l><l n="370">οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.</l></q><milestone n="371" unit="card" ed="p"/><l n="371"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη</l><l n="372">φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας.</l><l n="373">θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς·</l><l n="374">Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="375"><milestone unit="para" ed="P"/>ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν
                     ἔσεσθαι,</l><l n="376">εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.</l><l n="377">οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων,</l><l n="378">ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,</l><l n="379">ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.</l><l n="380">ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,</l><l n="381">αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·</l><l n="382">σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον</l><l n="383">ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·</l><l n="384">τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.</l></q><l n="385"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.</l><l n="386">τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,</l><l n="387">υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.</l><l n="388">ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,</l><l n="389">ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·</l><l n="390">τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν</l><l n="391">οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ</l><l n="392">ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·</l><l n="393">τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ</l><l n="394">εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.</l><l n="395"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε
                  θυμός,</l><l n="396">οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,</l><l n="397">τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,</l><l n="398">Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,</l><l n="399">τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,</l><l n="400">πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,</l><l n="401">ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·</l><l n="402">αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,</l><l n="403">τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.</l><milestone n="404" unit="card" ed="p"/><l n="404"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="405">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,</l><l n="406">ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,</l><l n="407">οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,</l><l n="408">λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν</l><l n="409">Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·</l><l n="410">ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,</l><l n="411">Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,</l><l n="412">σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο</l><l n="413">ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε</l><l n="414">Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.</l><l n="415">τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,</l><l n="416">πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.</l><l n="417">τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="418"><milestone unit="para" ed="P"/>καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ,</l><l n="419">ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην,</l><l n="420">ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.</l><l n="421">ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα</l><l n="422">ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·</l><l n="423">εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν</l><l n="424">πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους·</l><l n="425">εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω</l><l n="426">ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.</l><l n="427">οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω</l><l n="428">δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι,</l><l n="429">ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.</l></q><l n="430"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ
                  βοῦς</l><l n="431">ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης</l><l n="432">Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς</l><l n="433">ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,</l><l n="434">ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην,</l><l n="435">οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη</l><l n="436">ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ</l><l n="437">χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν</l><l n="438">ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.</l><l n="439">βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.</l><l n="440">χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι</l><l n="441">ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς</l><l n="442">ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης</l><l n="443">ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.</l><l n="444">Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ</l><l n="445">χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ</l><l n="446">εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.</l><milestone n="447" unit="card" ed="p"/><l n="447"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,</l><l n="448">αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης</l><l n="449">ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας</l><l n="450">αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν</l><l n="451">θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις</l><l n="452">Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.</l><l n="453">οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης</l><l n="454">ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.</l><l n="455">τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός,</l><l n="456">αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον</l><l n="457">πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν</l><l n="458">δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.</l><l n="459">καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον</l><l n="460">λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.</l><l n="461">αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,</l><l n="462">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,</l><l n="463">ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.</l><l n="464"><milestone unit="para" ed="P"/>τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,</l><l n="465">Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.</l><l n="466">αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,</l><l n="467">ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,</l><l n="468">ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·</l><l n="469">πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.</l><l n="470"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,</l><l n="471">δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο</l><l n="472">οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.</l><l n="473">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="474">τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="475"><milestone unit="para" ed="P"/>παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους</l><l n="476">ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.</l></q><l n="477"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,</l><l n="478">καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.</l><l n="479">ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν</l><l n="480">ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.</l><l n="481">ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·</l><l n="482">πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,</l><l n="483">ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,</l><l n="484">μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="485">ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.</l><l n="486">οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.</l><l n="487"><milestone unit="para" ed="P"/>δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,</l><l n="488">ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,</l><l n="489">υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.</l><l n="490">ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.</l><l n="491"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="492">ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·</l><l n="493">ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·</l><l n="494">μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.</l><l n="495">ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα</l><l n="496">ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.</l><l n="497">δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.</l></div><div n="4" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,</l><l n="2">πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.</l><l n="3">τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν</l><l n="4">υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.</l><l n="5">τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·</l><l n="6">ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε</l><l n="7">δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.</l><l n="8">τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι</l><l n="9">Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.</l><l n="10">υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,</l><l n="11">ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης</l><l n="12">ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον,</l><l n="13">ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν,</l><l n="14">Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.</l><l n="15">ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα</l><l n="16">γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,</l><l n="17">τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς</l><l n="18">φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς,</l><l n="19">μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.</l><l n="20"><milestone unit="para" ed="P"/>τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ
                  ἵππω,</l><l n="21">Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,</l><l n="22">στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,</l><l n="23">ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,</l><l n="24">βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,</l><l n="25">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="26"><milestone unit="para" ed="P"/>ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,</l><l n="27">ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.</l><l n="28">ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,</l><l n="29">ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.</l></q><l n="30"><milestone unit="para" ed="P"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="31">οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,</l><l n="32">τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.</l><l n="33">ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε</l><l n="34">ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς</l><l n="35">ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους</l><l n="36">ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.</l></q><l n="37"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ
                  ἄλλους</l><l n="38">ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.</l><l n="39">οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,</l><l n="40">καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,</l><l n="41">πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,</l><l n="42">ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,</l><l n="43">αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες</l><l n="44">θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·</l><l n="45">ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης</l><l n="46">δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.</l><l n="47">αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>