<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.287-3.333</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.287-3.333</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><q type="unspecified"><l n="287">ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ</l><l n="288">ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς</l><l n="289">ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,</l><l n="290">κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.</l><l n="291">ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,</l><l n="292">ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.</l><l n="293">ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη</l><l n="294">ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·</l><l n="295">ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,</l><l n="296">ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.</l><l n="297">αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον</l><l n="298">ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν</l><l n="299">κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους</l><l n="300">Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.</l><l n="301">ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων</l><l n="302">ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους·</l><l n="303">τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.</l><l n="305">ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης,</l><l n="304">κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.</l><l n="306">τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης</l><l n="307">ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,</l><l n="308">Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.</l><l n="309">ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν</l><l n="310">μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·</l><l n="311">αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος</l><l n="312">πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.</l><l n="313"><milestone unit="para" ed="P"/>καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ
                     ἀλάλησο,</l><l n="314">κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν</l><l n="315">οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν</l><l n="316">κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.</l><l n="317">ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα</l><l n="318">ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,</l><l n="319">ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ</l><l n="320">ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι</l><l n="321">ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ</l><l n="322">αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.</l><l n="323">ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·</l><l n="324">εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,</l><l n="325">πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται</l><l n="326">ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.</l><l n="327">λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·</l><l n="328">ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.</l></q><milestone n="329" unit="card" ed="p"/><l n="329"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας
                  ἦλθε.</l><l n="330">τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="331">ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·</l><l n="332">ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,</l><l n="333">ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>