<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.275-3.418</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.275-3.418</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><q type="unspecified"><l n="275">ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.</l><milestone n="276" unit="card" ed="p"/><l n="276"><milestone unit="para" ed="P"/>ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,</l><l n="277">Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·</l><l n="278">ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,</l><l n="279">ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων</l><l n="280">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,</l><l n="281">πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,</l><l n="282">Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων</l><l n="283">νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.</l><l n="284">ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,</l><l n="285">ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.</l><l n="286">ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον</l><l n="287">ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ</l><l n="288">ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς</l><l n="289">ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,</l><l n="290">κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.</l><l n="291">ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,</l><l n="292">ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.</l><l n="293">ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη</l><l n="294">ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·</l><l n="295">ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,</l><l n="296">ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.</l><l n="297">αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον</l><l n="298">ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν</l><l n="299">κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους</l><l n="300">Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.</l><l n="301">ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων</l><l n="302">ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους·</l><l n="303">τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.</l><l n="305">ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης,</l><l n="304">κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.</l><l n="306">τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης</l><l n="307">ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,</l><l n="308">Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.</l><l n="309">ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν</l><l n="310">μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·</l><l n="311">αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος</l><l n="312">πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.</l><l n="313"><milestone unit="para" ed="P"/>καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ
                     ἀλάλησο,</l><l n="314">κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν</l><l n="315">οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν</l><l n="316">κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.</l><l n="317">ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα</l><l n="318">ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,</l><l n="319">ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ</l><l n="320">ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι</l><l n="321">ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ</l><l n="322">αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.</l><l n="323">ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·</l><l n="324">εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,</l><l n="325">πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται</l><l n="326">ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.</l><l n="327">λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·</l><l n="328">ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.</l></q><milestone n="329" unit="card" ed="p"/><l n="329"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας
                  ἦλθε.</l><l n="330">τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="331">ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·</l><l n="332">ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,</l><l n="333">ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν</l><l n="334">σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.</l><l n="335">ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν·</l><l n="336">δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.</l></q><l n="337"><milestone unit="para" ed="P"/>ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης.</l><l n="338">τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,</l><l n="339">κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="340">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·</l><l n="341">γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον.</l><l n="342">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,</l><l n="343">δὴ τότʼ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς</l><l n="344">ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.</l><l n="345">Νέστωρ δʼ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν·</l><q type="unspecified"><l n="346"><milestone unit="para" ed="P"/>Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ
                     ἄλλοι,</l><l n="347">ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε</l><l n="348">ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,</l><l n="349">ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ,</l><l n="350">οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.</l><l n="351">αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.</l><l n="352">οὔ θην δὴ τοῦδʼ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς</l><l n="353">νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται, ὄφρʼ ἂν ἐγώ γε</l><l n="354">ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,</l><l n="355">ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται.</l></q><l n="356"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="357">εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν</l><l n="358">Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.</l><l n="359">ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ</l><l n="360">σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν</l><l n="361">εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.</l><l n="362">οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·</l><l n="363">οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,</l><l n="364">πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.</l><l n="365">ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ</l><l n="366">νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους</l><l n="367">εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε</l><l n="368">οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,</l><l n="369">πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,</l><l n="370">οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.</l></q><milestone n="371" unit="card" ed="p"/><l n="371"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη</l><l n="372">φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας.</l><l n="373">θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς·</l><l n="374">Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="375"><milestone unit="para" ed="P"/>ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν
                     ἔσεσθαι,</l><l n="376">εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.</l><l n="377">οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων,</l><l n="378">ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,</l><l n="379">ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.</l><l n="380">ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,</l><l n="381">αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·</l><l n="382">σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον</l><l n="383">ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·</l><l n="384">τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.</l></q><l n="385"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.</l><l n="386">τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,</l><l n="387">υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.</l><l n="388">ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,</l><l n="389">ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·</l><l n="390">τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν</l><l n="391">οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ</l><l n="392">ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·</l><l n="393">τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ</l><l n="394">εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.</l><l n="395"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε
                  θυμός,</l><l n="396">οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,</l><l n="397">τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,</l><l n="398">Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,</l><l n="399">τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,</l><l n="400">πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,</l><l n="401">ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·</l><l n="402">αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,</l><l n="403">τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.</l><milestone n="404" unit="card" ed="p"/><l n="404"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="405">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,</l><l n="406">ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,</l><l n="407">οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,</l><l n="408">λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν</l><l n="409">Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·</l><l n="410">ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,</l><l n="411">Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,</l><l n="412">σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο</l><l n="413">ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε</l><l n="414">Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.</l><l n="415">τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,</l><l n="416">πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.</l><l n="417">τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="418"><milestone unit="para" ed="P"/>καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>