<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.253-3.285</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.253-3.285</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><l n="253"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="254">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.</l><l n="255">ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη,</l><l n="256">εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν</l><l n="257">Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·</l><l n="258">τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,</l><l n="259">ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν</l><l n="260">κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν</l><l n="261">κλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.</l><l n="262">ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους</l><l n="263">ἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο</l><l n="264">πόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν.</l><l n="265">ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς</l><l n="266">δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι·</l><l n="267">πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν</l><l n="268">Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.</l><l n="269">ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,</l><l n="270">δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην</l><l n="271">κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,</l><l n="272">τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.</l><l n="273">πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,</l><l n="274">πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,</l><l n="275">ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.</l><milestone n="276" unit="card" ed="p"/><l n="276"><milestone unit="para" ed="P"/>ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,</l><l n="277">Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·</l><l n="278">ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,</l><l n="279">ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων</l><l n="280">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,</l><l n="281">πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,</l><l n="282">Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων</l><l n="283">νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.</l><l n="284">ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,</l><l n="285">ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>