<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.235-3.258</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.235-3.258</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><q type="unspecified"><l n="235">ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.</l><l n="236">ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ</l><l n="237">καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ</l><l n="238">μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.</l></q><l n="239"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="240">Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·</l><l n="241">κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη</l><l n="242">φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.</l><l n="243">νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι</l><l n="244">Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων·</l><l n="245">τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν·</l><l n="246">ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.</l><l n="247">ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες·</l><l n="248">πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;</l><l n="249">ποῦ Μενέλαος ἔην; τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον</l><l n="250">Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;</l><l n="251">ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ</l><l n="252">πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;</l></q><l n="253"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="254">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.</l><l n="255">ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη,</l><l n="256">εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν</l><l n="257">Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·</l><l n="258">τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>