<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.220-3.252</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.220-3.252</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><q type="unspecified"><l n="220">δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί—</l><l n="221">οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,</l><l n="222">ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη—</l><l n="223">εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,</l><l n="224">τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.</l></q><l n="225"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="226">ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω·</l><l n="227">λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε</l><l n="228">ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν.</l></q><milestone n="229" unit="card" ed="p"/><l n="229"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="230">Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.</l><l n="231">ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.</l><l n="232">βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας</l><l n="233">οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,</l><l n="234">ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων</l><l n="235">ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.</l><l n="236">ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ</l><l n="237">καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ</l><l n="238">μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.</l></q><l n="239"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="240">Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·</l><l n="241">κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη</l><l n="242">φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.</l><l n="243">νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι</l><l n="244">Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων·</l><l n="245">τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν·</l><l n="246">ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.</l><l n="247">ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες·</l><l n="248">πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;</l><l n="249">ποῦ Μενέλαος ἔην; τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον</l><l n="250">Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;</l><l n="251">ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ</l><l n="252">πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>