<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.18-3.42</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.18-3.42</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><q type="unspecified"><l n="18">εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.</l><l n="19">λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ·</l><l n="20">ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.</l></q><l n="21"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="22">Μέντορ, πῶς τʼ ἄρʼ ἴω; πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν;</l><l n="23">οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν·</l><l n="24">αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.</l></q><l n="25"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="26">Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,</l><l n="27">ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω</l><l n="28">οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.</l></q><l n="29"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη</l><l n="30">καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.</l><l n="31">ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,</l><l n="32">ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι</l><l n="33">δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον.</l><l n="34">οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες,</l><l n="35">χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.</l><l n="36">πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν</l><l n="37">ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ</l><l n="38">κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν</l><l n="39">πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ·</l><l n="40">δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν</l><l n="41">χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα</l><l n="42">Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>