<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.173-3.242</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.173-3.242</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><q type="unspecified"><l n="173">ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖν</l><l n="174">δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν</l><l n="175">τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.</l><l n="176">ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκα</l><l n="177">ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν</l><l n="178">ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων</l><l n="179">πόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.</l><l n="180">τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσας</l><l n="181">Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο</l><l n="182">ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη</l><l n="183">οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.</l><milestone n="184" unit="card" ed="p"/><l n="184"><milestone unit="para" ed="P"/>ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα</l><l n="185">κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.</l><l n="186">ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι</l><l n="187">πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.</l><l n="188">εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους,</l><l n="189">οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,</l><l n="190">εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.</l><l n="191">πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,</l><l n="192">οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.</l><l n="193">Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,</l><l n="194">ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.</l><l n="195">ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν·</l><l n="196">ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι</l><l n="197">ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,</l><l n="198">Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.</l><l n="199">καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,</l><l n="200">ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.</l></q><l n="201"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="202">ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,</l><l n="203">καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ</l><l n="204">οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι·</l><l n="205">αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,</l><l n="206">τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,</l><l n="207">οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.</l><l n="208">ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,</l><l n="209">πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.</l></q><l n="210"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="211">ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες,</l><l n="212">φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς</l><l n="213">ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι·</l><l n="214">εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ</l><l n="215">ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.</l><l n="216">τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,</l><l n="217">ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;</l><l n="218">εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,</l><l n="219">ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο</l><l n="220">δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί—</l><l n="221">οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,</l><l n="222">ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη—</l><l n="223">εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,</l><l n="224">τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.</l></q><l n="225"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="226">ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω·</l><l n="227">λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε</l><l n="228">ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν.</l></q><milestone n="229" unit="card" ed="p"/><l n="229"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="230">Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.</l><l n="231">ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.</l><l n="232">βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας</l><l n="233">οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,</l><l n="234">ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων</l><l n="235">ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.</l><l n="236">ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ</l><l n="237">καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ</l><l n="238">μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.</l></q><l n="239"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="240">Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·</l><l n="241">κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη</l><l n="242">φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>