<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.14-3.31</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.14-3.31</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><q type="unspecified"><l n="14"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ
                     ἠβαιόν·</l><l n="15">τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι</l><l n="16">πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.</l><l n="17">ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·</l><l n="18">εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.</l><l n="19">λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ·</l><l n="20">ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.</l></q><l n="21"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="22">Μέντορ, πῶς τʼ ἄρʼ ἴω; πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν;</l><l n="23">οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν·</l><l n="24">αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.</l></q><l n="25"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="26">Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,</l><l n="27">ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω</l><l n="28">οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.</l></q><l n="29"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη</l><l n="30">καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.</l><l n="31">ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>