<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.123-3.322</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.123-3.322</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><q type="unspecified"><l n="123">κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.</l><l n="124">ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης</l><l n="125">ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.</l><l n="126">ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς</l><l n="127">οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,</l><l n="128">ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ</l><l n="129">φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.</l><l n="130">αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,</l><l n="131">βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,</l><l n="132">καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον</l><l n="133">Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι</l><l n="134">πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον</l><l n="135">μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.</l><l n="136">ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.</l><l n="137">τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,</l><l n="138">μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,</l><l n="139">οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,</l><l n="140">μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.</l><milestone n="141" unit="card" ed="p"/><l n="141">ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς</l><l n="142">νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,</l><l n="143">οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα</l><l n="144">λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,</l><l n="145">ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,</l><l n="146">νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·</l><l n="147">οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.</l><l n="148">ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν</l><l n="149">ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ</l><l n="150">ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.</l><l n="151">νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες</l><l n="152">ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·</l><l n="153">ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν</l><l n="154">κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.</l><l n="155">ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες</l><l n="156">αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·</l><l n="157">ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκα</l><l n="158">ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.</l><l n="159">ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,</l><l n="160">οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον,</l><l n="161">σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.</l><l n="162">οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας</l><l n="163">ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,</l><l n="164">αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·</l><l n="165">αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,</l><l n="166">φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.</l><l n="167">φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους.</l><l n="168">ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,</l><l n="169">ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,</l><l n="170">ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,</l><l n="171">νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες,</l><l n="172">ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα.</l><l n="173">ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖν</l><l n="174">δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν</l><l n="175">τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.</l><l n="176">ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκα</l><l n="177">ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν</l><l n="178">ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων</l><l n="179">πόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.</l><l n="180">τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσας</l><l n="181">Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο</l><l n="182">ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη</l><l n="183">οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.</l><milestone n="184" unit="card" ed="p"/><l n="184"><milestone unit="para" ed="P"/>ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα</l><l n="185">κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.</l><l n="186">ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι</l><l n="187">πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.</l><l n="188">εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους,</l><l n="189">οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,</l><l n="190">εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.</l><l n="191">πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,</l><l n="192">οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.</l><l n="193">Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,</l><l n="194">ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.</l><l n="195">ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν·</l><l n="196">ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι</l><l n="197">ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,</l><l n="198">Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.</l><l n="199">καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,</l><l n="200">ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.</l></q><l n="201"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="202">ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,</l><l n="203">καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ</l><l n="204">οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι·</l><l n="205">αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,</l><l n="206">τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,</l><l n="207">οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.</l><l n="208">ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,</l><l n="209">πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.</l></q><l n="210"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="211">ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες,</l><l n="212">φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς</l><l n="213">ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι·</l><l n="214">εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ</l><l n="215">ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.</l><l n="216">τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,</l><l n="217">ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;</l><l n="218">εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,</l><l n="219">ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο</l><l n="220">δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί—</l><l n="221">οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,</l><l n="222">ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη—</l><l n="223">εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,</l><l n="224">τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.</l></q><l n="225"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="226">ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω·</l><l n="227">λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε</l><l n="228">ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν.</l></q><milestone n="229" unit="card" ed="p"/><l n="229"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="230">Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.</l><l n="231">ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.</l><l n="232">βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας</l><l n="233">οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,</l><l n="234">ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων</l><l n="235">ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.</l><l n="236">ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ</l><l n="237">καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ</l><l n="238">μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.</l></q><l n="239"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="240">Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·</l><l n="241">κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη</l><l n="242">φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.</l><l n="243">νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι</l><l n="244">Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων·</l><l n="245">τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν·</l><l n="246">ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.</l><l n="247">ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες·</l><l n="248">πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;</l><l n="249">ποῦ Μενέλαος ἔην; τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον</l><l n="250">Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;</l><l n="251">ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ</l><l n="252">πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;</l></q><l n="253"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="254">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.</l><l n="255">ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη,</l><l n="256">εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν</l><l n="257">Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·</l><l n="258">τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,</l><l n="259">ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν</l><l n="260">κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν</l><l n="261">κλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.</l><l n="262">ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους</l><l n="263">ἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο</l><l n="264">πόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν.</l><l n="265">ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς</l><l n="266">δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι·</l><l n="267">πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν</l><l n="268">Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.</l><l n="269">ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,</l><l n="270">δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην</l><l n="271">κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,</l><l n="272">τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.</l><l n="273">πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,</l><l n="274">πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,</l><l n="275">ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.</l><milestone n="276" unit="card" ed="p"/><l n="276"><milestone unit="para" ed="P"/>ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,</l><l n="277">Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·</l><l n="278">ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,</l><l n="279">ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων</l><l n="280">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,</l><l n="281">πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,</l><l n="282">Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων</l><l n="283">νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.</l><l n="284">ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,</l><l n="285">ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.</l><l n="286">ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον</l><l n="287">ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ</l><l n="288">ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς</l><l n="289">ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,</l><l n="290">κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.</l><l n="291">ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,</l><l n="292">ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.</l><l n="293">ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη</l><l n="294">ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·</l><l n="295">ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,</l><l n="296">ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.</l><l n="297">αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον</l><l n="298">ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν</l><l n="299">κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους</l><l n="300">Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.</l><l n="301">ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων</l><l n="302">ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους·</l><l n="303">τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.</l><l n="305">ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης,</l><l n="304">κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.</l><l n="306">τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης</l><l n="307">ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,</l><l n="308">Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.</l><l n="309">ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν</l><l n="310">μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·</l><l n="311">αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος</l><l n="312">πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.</l><l n="313"><milestone unit="para" ed="P"/>καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ
                     ἀλάλησο,</l><l n="314">κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν</l><l n="315">οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν</l><l n="316">κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.</l><l n="317">ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα</l><l n="318">ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,</l><l n="319">ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ</l><l n="320">ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι</l><l n="321">ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ</l><l n="322">αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>