<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.102-3.135</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:3.102-3.135</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><l n="102"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="103">ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ</l><l n="104">δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,</l><l n="105">ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον</l><l n="106">πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,</l><l n="107">ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="108">μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.</l><l n="109">ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς,</l><l n="110">ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,</l><l n="111">ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,</l><l n="112">Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·</l><l n="113">ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα</l><l n="114">πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;</l><l n="115">οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων</l><l n="116">ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·</l><l n="117">πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.</l><l n="118">εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες</l><l n="119">παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.</l><l n="120">ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην</l><l n="121">ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς</l><l n="122">παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε</l><l n="123">κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.</l><l n="124">ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης</l><l n="125">ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.</l><l n="126">ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς</l><l n="127">οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,</l><l n="128">ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ</l><l n="129">φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.</l><l n="130">αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,</l><l n="131">βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,</l><l n="132">καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον</l><l n="133">Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι</l><l n="134">πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον</l><l n="135">μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>