<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.94-24.128</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.94-24.128</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="94">πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,</l><l n="95">αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;</l><l n="96">ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον</l><l n="97">Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.</l></q><l n="98"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="99">ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,</l><l n="100">ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,</l><l n="101">τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.</l><l n="102">ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="103">παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·</l><l n="104">ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.</l><l n="105">τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·</l><q type="unspecified"><l n="106"><milestone unit="para" ed="P"/>Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε</l><l n="107">πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως</l><l n="108">κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.</l><l n="109">ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,</l><l n="110">ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;</l><l n="111">ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου</l><l n="112">βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,</l><l n="113">ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;</l><l n="114">εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.</l><l n="115">ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,</l><l n="116">ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ</l><l n="117">Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;</l><l n="118">μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,</l><l n="119">σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.</l></q><l n="120">τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·</l><q type="unspecified"><l n="121">Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,</l><l n="122">μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·</l><l n="123">σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,</l><l n="124">ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.</l><l n="125">μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·</l><l n="126">ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,</l><l n="127">ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,</l><l n="128">ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>