<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.75-24.99</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.75-24.99</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="75">φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.</l><l n="76">ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,</l><l n="77">μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,</l><l n="78">χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων</l><l n="79">τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.</l><l n="80">ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον</l><l n="81">χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων</l><l n="82">ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,</l><l n="83">ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη</l><l n="84">τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.</l><milestone n="85" unit="card" ed="p"/><l n="85">μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα</l><l n="86">θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.</l><l n="87">ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας</l><l n="88">ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος</l><l n="89">ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·</l><l n="90">ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,</l><l n="91">οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,</l><l n="92">ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.</l><l n="93">ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ</l><l n="94">πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,</l><l n="95">αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;</l><l n="96">ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον</l><l n="97">Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.</l></q><l n="98"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="99">ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>