<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.68-24.548</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.68-24.548</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="68">καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ</l><l n="69">τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,</l><l n="70">πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει</l><l n="71">αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,</l><l n="72">ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,</l><l n="73">οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ</l><l n="74">χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον</l><l n="75">φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.</l><l n="76">ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,</l><l n="77">μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,</l><l n="78">χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων</l><l n="79">τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.</l><l n="80">ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον</l><l n="81">χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων</l><l n="82">ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,</l><l n="83">ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη</l><l n="84">τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.</l><milestone n="85" unit="card" ed="p"/><l n="85">μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα</l><l n="86">θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.</l><l n="87">ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας</l><l n="88">ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος</l><l n="89">ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·</l><l n="90">ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,</l><l n="91">οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,</l><l n="92">ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.</l><l n="93">ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ</l><l n="94">πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,</l><l n="95">αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;</l><l n="96">ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον</l><l n="97">Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.</l></q><l n="98"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="99">ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,</l><l n="100">ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,</l><l n="101">τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.</l><l n="102">ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="103">παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·</l><l n="104">ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.</l><l n="105">τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·</l><q type="unspecified"><l n="106"><milestone unit="para" ed="P"/>Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε</l><l n="107">πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως</l><l n="108">κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.</l><l n="109">ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,</l><l n="110">ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;</l><l n="111">ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου</l><l n="112">βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,</l><l n="113">ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;</l><l n="114">εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.</l><l n="115">ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,</l><l n="116">ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ</l><l n="117">Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;</l><l n="118">μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,</l><l n="119">σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.</l></q><l n="120">τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·</l><q type="unspecified"><l n="121">Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,</l><l n="122">μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·</l><l n="123">σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,</l><l n="124">ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.</l><l n="125">μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·</l><l n="126">ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,</l><l n="127">ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,</l><l n="128">ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·</l><l n="129">στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,</l><l n="130">λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·</l><q type="unspecified"><l n="131"><milestone unit="para" ed="P"/>κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος
                        Ὀδυσσεύς,</l><l n="132">μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος</l><l n="133">ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,</l><l n="134">Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν</l><l n="135">μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,</l><l n="136">μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,</l><l n="137">αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.</l></q><milestone n="138" unit="card" ed="p"/><l n="138"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="139">ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,</l><l n="140">νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.</l><l n="141">ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·</l><l n="142">ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,</l><l n="143">μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,</l><l n="144">καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,</l><l n="145">καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.</l><l n="146">ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.</l><l n="147"><milestone unit="para" ed="P"/>εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,</l><l n="148">πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,</l><l n="149">καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων</l><l n="150">ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.</l><l n="151">ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,</l><l n="152">ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·</l><l n="153">τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε</l><l n="154">ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς</l><l n="155">ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.</l><l n="156">τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,</l><l n="157">πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι</l><l n="158">σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·</l><l n="159">οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα</l><l n="160">ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,</l><l n="161">ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.</l><l n="162">αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι</l><l n="163">βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·</l><l n="164">ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,</l><l n="165">σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας</l><l n="166">ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,</l><l n="167">αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε</l><l n="168">τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,</l><l n="169">ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.</l><l n="170">οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο</l><l n="171">νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.</l><l n="172">ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,</l><l n="173">ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι</l><l n="174">τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·</l><l n="175">Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.</l><l n="176">αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="177">ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,</l><l n="178">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς</l><l n="179">δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.</l><l n="180">αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,</l><l n="181">ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.</l><l n="182">γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·</l><l n="183">αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ</l><l n="184">κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς</l><l n="185">κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.</l><l n="186">ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν</l><l n="187">σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·</l><l n="188">οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,</l><l n="189">οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων</l><l n="190">κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.</l></q><milestone n="191" unit="card" ed="p"/><l n="191"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·</l><q type="unspecified"><l n="192">ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="193">ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.</l><l n="194">ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,</l><l n="195">κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,</l><l n="196">ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται</l><l n="197">ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν</l><l n="198">ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,</l><l n="199">οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,</l><l n="200">κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ</l><l n="201">ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει</l><l n="202">θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.</l></q><l n="203"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="204">ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης·</l><l n="205"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν
                  ἵκοντο</l><l n="206">καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς</l><l n="207">Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν.</l><l n="208">ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,</l><l n="209">ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον</l><l n="210">δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.</l><l n="211">ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα</l><l n="212">ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος.</l><l n="213">ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="214"><milestone unit="para" ed="P"/>ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω,</l><l n="215">δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·</l><l n="216">αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,</l><l n="217">αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,</l><l n="218">ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα.</l></q><l n="219"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν.</l><l n="220">οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς</l><l n="221">ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.</l><l n="222">οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,</l><l n="223">οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε</l><l n="224">αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος</l><l n="225">ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.</l><l n="226">τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,</l><l n="227">λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα</l><l n="228">ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας</l><l n="229">κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,</l><l n="230">χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν</l><l n="231">αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.</l><milestone n="232" unit="card" ed="p"/><l n="232">τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="233">γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,</l><l n="234">στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.</l><l n="235">μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="236">κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα</l><l n="237">εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,</l><l n="238">ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.</l><l n="239">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,</l><l n="240">πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.</l><l n="241">τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.</l><l n="242">ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·</l><l n="243">τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·</l><q type="unspecified"><l n="244"><milestone unit="para" ed="P"/>ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν</l><l n="245">ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,</l><l n="246">οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,</l><l n="247">οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.</l><l n="248">ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ</l><l n="249">αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας</l><l n="250">λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.</l><l n="251">οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει,</l><l n="252">οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι</l><l n="253">εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.</l><l n="254">τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,</l><l n="255">εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.</l><l n="256">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="257">τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις;</l><l n="258">καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,</l><l n="259">εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν</l><l n="260">οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι,</l><l n="261">οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα</l><l n="262">εἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον</l><l n="263">ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν</l><l n="264">ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.</l><l n="265">ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="266">ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ</l><l n="267">ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος</l><l n="268">ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·</l><l n="269">εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε</l><l n="270">Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.</l><l n="271">τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,</l><l n="272">ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,</l><l n="273">καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.</l><l n="274">χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,</l><l n="275">δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,</l><l n="276">δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,</l><l n="277">τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,</l><l n="278">χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,</l><l n="279">τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.</l></q><milestone n="280" unit="card" ed="p"/><l n="280"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον
                  εἴβων·</l><q type="unspecified"><l n="281">ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,</l><l n="282">ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·</l><l n="283">δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·</l><l n="284">εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,</l><l n="285">τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε</l><l n="286">καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.</l><l n="287">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="288">πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον</l><l n="289">σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,</l><l n="290">δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης</l><l n="291">ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου</l><l n="292">θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ</l><l n="293">κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·</l><l n="294">οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,</l><l n="295">κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,</l><l n="296">ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.</l><l n="297">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·</l><l n="298">τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l><l n="299">ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σʼ ἤγαγε δεῦρο</l><l n="300">ἀντιθέους θʼ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας</l><l n="301">νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν;</l></q><l n="302"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="303">τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω.</l><l n="304">εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,</l><l n="305">υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·</l><l n="306">αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων</l><l n="307">πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·</l><l n="308">νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.</l><l n="309">αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,</l><l n="310">ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,</l><l n="311">δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,</l><l n="312">δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,</l><l n="313">χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει</l><l n="314">μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.</l></q><l n="315"><milestone unit="para" ed="P"/>ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·</l><l n="316">ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν</l><l n="317">χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.</l><l n="318">τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη</l><l n="319">δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.</l><l n="320">κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·</l><q type="unspecified"><l n="321"><milestone unit="para" ed="P"/>κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ
                     μεταλλᾷς,</l><l n="322">ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="323">ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.</l><l n="324">ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·</l><l n="325">μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,</l><l n="326">λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.</l></q><milestone n="327" unit="card" ed="p"/><l n="327"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="328">εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,</l><l n="329">σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.</l></q><l n="330"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="331">οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,</l><l n="332">τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι</l><l n="333">οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ</l><l n="334">ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην</l><l n="335">δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.</l><l n="336">εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν</l><l n="337">εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα</l><l n="338">παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν</l><l n="339">ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.</l><l n="340">ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,</l><l n="341">συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας</l><l n="342">δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος</l><l n="343">ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—</l><l n="344">ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.</l></q><l n="345"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον
                  ἦτορ,</l><l n="346">σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.</l><l n="347">ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ</l><l n="348">εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="349">αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,</l><l n="350">ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·</l><q type="unspecified"><l n="351"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν
                     Ὄλυμπον,</l><l n="352">εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.</l><l n="353">νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες</l><l n="354">ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ</l><l n="355">πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.</l></q><l n="356"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="357">θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="358">ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·</l><l n="359">ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην</l><l n="360">προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.</l></q><l n="361"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.</l><l n="362">οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,</l><l n="363">εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην</l><l n="364">ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.</l><milestone n="365" unit="card" ed="p"/><l n="365">τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ</l><l n="366">ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,</l><l n="367"><milestone unit="para" ed="P"/>ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη</l><l n="368">ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,</l><l n="369">μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.</l><l n="370">ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,</l><l n="371">ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·</l><l n="372">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="373"><milestone unit="para" ed="P"/>ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων</l><l n="374">εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.</l></q><l n="375">τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="376">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="377">οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,</l><l n="378">ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,</l><l n="379">τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,</l><l n="380">τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν</l><l n="381">ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα</l><l n="382">πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.</l></q><l n="383"><milestone unit="para" ed="P"/>ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.</l><l n="384">οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,</l><l n="385">ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·</l><l n="386">ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ</l><l n="387">ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,</l><l n="388">ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν</l><l n="389">μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα</l><l n="390">ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.</l><l n="391">οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,</l><l n="392">ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς</l><l n="393">μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·</l><q type="unspecified"><l n="394"><milestone unit="para" ed="P"/>ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ
                     θάμβευς·</l><l n="395">δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες</l><l n="396">μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.</l></q><l n="397"><milestone unit="para" ed="P"/>ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας</l><l n="398">ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ,</l><l n="399">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="400"><milestone unit="para" ed="P"/>ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν</l><l n="401">οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί,</l><l n="402">οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.</l><l n="403">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,</l><l n="404">ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια</l><l n="405">νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν.</l></q><l n="406"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="407">ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;</l></q><l n="408"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ
                  δίφρου.</l><l n="409">ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα</l><l n="410">δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,</l><l n="411">ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.</l><milestone n="412" unit="card" ed="p"/><l n="412"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·</l><l n="413">Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,</l><l n="414">μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.</l><l n="415">οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος</l><l n="416">μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,</l><l n="417">ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,</l><l n="418">τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον</l><l n="419">πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·</l><l n="420">αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.</l><l n="421">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,</l><l n="422">τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε·</l><l n="423">παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,</l><l n="424">Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·</l><l n="425">τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="426"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ
                     Ἀχαιούς·</l><l n="427">τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς</l><l n="428">ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δʼ ὤλεσε λαούς·</l><l n="429">τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους,</l><l n="430">ἀλλʼ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι</l><l n="431">ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,</l><l n="432">ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί·</l><l n="433">λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,</l><l n="434">εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας</l><l n="435">τισόμεθʼ. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο</l><l n="436">ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.</l><l n="437">ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.</l></q><l n="438"><milestone unit="para" ed="P"/>ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας
                  Ἀχαιούς.</l><l n="439">ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς</l><l n="440">ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,</l><l n="441">ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον.</l><l n="442">τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·</l><q type="unspecified"><l n="443"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ
                     Ὀδυσσεὺς</l><l n="444">ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα·</l><l n="445">αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ</l><l n="446">ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.</l><l n="447">ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος</l><l n="448">φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων</l><l n="449">θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.</l></q><milestone n="450" unit="card" ed="p"/><l n="450"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος
                  ᾕρει.</l><l n="451">τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης</l><l n="452">Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·</l><l n="453">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="454"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·</l><l n="455">ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·</l><l n="456">οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,</l><l n="457">ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,</l><l n="458">οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,</l><l n="459">κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν</l><l n="460">ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.</l><l n="461">καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·</l><l n="462">μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.</l></q><l n="463"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ</l><l n="464">ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον·</l><l n="465">οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει</l><l n="466">πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.</l><l n="467">αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,</l><l n="468">ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.</l><l n="469">τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·</l><l n="470">φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν</l><l n="471">ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.</l><l n="472"><milestone unit="para" ed="P"/>αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·</l><q type="unspecified"><l n="473">ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,</l><l n="474">εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;</l><l n="475">ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν</l><l n="476">τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;</l></q><l n="477"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q type="unspecified"><l n="478">τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;</l><l n="479">οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,</l><l n="480">ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;</l><l n="481">ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.</l><l n="482">ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,</l><l n="483">ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,</l><l n="484">ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο</l><l n="485">ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων</l><l n="486">ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.</l></q><l n="487"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,</l><l n="488">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.</l><l n="489"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,</l><l n="490">τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="491">ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.</l></q><l n="492"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·</l><l n="493">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας·</l><l n="494">αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="495">οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.</l></q><milestone n="496" unit="card" ed="p"/><l n="496"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,</l><l n="497">τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·</l><l n="498">ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,</l><l n="499">καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.</l><l n="500">αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,</l><l n="501">ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς.</l><l n="502"><milestone unit="para" ed="P"/>τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη</l><l n="548">Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>